[ ]
Delos — Rheneia — late 2nd/early 1st c. BC — GVI (1955) 662
| 1 | σῆμα μέν ἐν στήλῃ γλυπτῇ θέσαν, ἡνίκ’ ἐγὼ μέν |
| ἀελίου γλυκερὴν λεῖπον ἐπ’ ἐσχατιήν· | |
| Ῥηνείης δέ με δέκτο μυχὸς, καὶ ἀλάμπετον οὖδας | |
| Ἀίδεω Μάρθαν κρύψε μ’ ὑπὸ σκοτίην, | |
| 5 | πατρὸς μὲν Δημοσθένεος, ἐτέων δύο κεἴκοσί μ’ οὖσαν· |
| ἴστε δέ με τριτάτην ἤματος ὀλλυμένην. | |
| ὦ μητρὸς <λ>υγ{γ}ρῆς {²⁶λυγρῆς}²⁶ καὶ ἀδελφεοῦ εἵνεκ’ ἐμεῖο· | |
| νοῦσος ἀκωλύτωι μόρσιμον εἷλε τύχηι. |