[ ]
Elis — Olympia — late 3rd c. BC?
| 1 | πρῶτος ἐγὼ Τρώων Πισάτιδος ἔρνει ἐλαίας |
| στεφθεὶς καρύχθην, τοὔνομ’ Ἀκεστορίδης· | |
| καὶ μὰν καὶ Λουσοί με κατέστεφον ἠδ’ Ἐπίδαυρος | |
| καὶ Φενεός, Νεμέα τ’ ἴαχεν ἀθλοφόρον. | |
| 5 | ἦ ῥα τόθ’ Ἑρμοκρέοντος ἐς υἱέα λείπετο πώλων |
| αἷμα παλαιγενέων κραιπνὸν Ἐριχθονίου. |