[ ] Elis — Olympia — late 4th/3rd c. BC
1 ὧδε στὰς ὁ Πελασγὸς ἐπ’ Ἀλφειῶι ποκα πύκτας
τὸμ Πολυδεύκειογ χερσὶν ἔφανε νόμον
ἆμος ἐκαρύχθη νικαφόρος. ἀλλά, πάτερ Ζεῦ,
καὶ πάλιν Ἀρκαδίαι καλὸν ἄμειβε κλέος,
5 τίμασον δὲ Φίλιππον, ὃς ἐνθάδε τοὺς ἀπὸ νάσων
τέσσαρας εὐθείαι παῖδας ἔκλινε μάχαι.
Search Help