[ ]
Kypros — Salamis — bef. 131 BC — SEG 25.1059
1 | Θεόδωρον Σελεύκου τοῦ συγγενοῦς τοῦ βασιλέως, |
τὸν στρατηγὸν καὶ ναύαρχον καὶ ἀρχιερέα, | |
ἡ πόλις ἡ Σαλαμινίων ἀρετῆς ἕνεκεν καὶ εὐνοίας | |
ἧς ἔχων διατελεῖ εἴς τε βασιλέα Πτολεμαῖον καὶ | |
5 | βασίλισσαν Κλεοπάτραν τὴν ἀδελφὴν καὶ βασίλισσαν |
Κλεοπάτραν τὴν γυναῖκα, θεοὺς Εὐεργέτας, καὶ | |
τὰ τέκνα, καὶ τῆς εἰς ἑαυτὴν εὐεργεσίας. |