[ ] Kypros — Salamis — bef. 131 BC — SEG 25.1059
1 Θεόδωρον Σελεύκου τοῦ συγγενοῦς τοῦ βασιλέως,
τὸν στρατηγὸν καὶ ναύαρχον καὶ ἀρχιερέα,
ἡ πόλις ἡ Σαλαμινίων ἀρετῆς ἕνεκεν καὶ εὐνοίας
ἧς ἔχων διατελεῖ εἴς τε βασιλέα Πτολεμαῖον καὶ
5 βασίλισσαν Κλεοπάτραν τὴν ἀδελφὴν καὶ βασίλισσαν
Κλεοπάτραν τὴν γυναῖκα, θεοὺς Εὐεργέτας, καὶ
τὰ τέκνα, καὶ τῆς εἰς ἑαυτὴν εὐεργεσίας.

MCP server: epigraphy-mcp.packhum.org

Search Help
Contact Us
MCP server