[ ]
Kos Isl. — Halasarna (Kardamaina) — ca. 200 BC — Gr. Mauerbauinschriften (1959) 174, 46
See also:
| 1 | [ἔδοξε τῶι δάμωι] |
| τῶι Ἁλ[ασ]αρ[νιτ]ᾶ[ν, ναποῖαι εἶπαν· Νίκαρχος Χαρμίππου, Τιμασικλῆς] | |
| Ἡρακλείτου, Νοσσύ[λος Πολυμνάστου]· ἐπειδὴ [Θε]υ[κλῆς διατελεῖ] | |
| τὸν εὐνούστατον τρόπο[ν δ]ιακείμενος ποτὶ τὸν δᾶμον τ[ὸν Ἁλασαρ]- | |
| 5 | νιτᾶν κρίνων καθῆκον ἦμεν ἐν τοῖς ἀναγκαιοτάτοις τῶγ καιρῶ[ν ἀ]- |
| ποδείξεις ποιεῖσθαι τᾶς αὐτοῦ αἱρέσιος ἔν τε τῶι Κρητικῶι πολέμ[ωι] | |
| [ὁρ]ῶν τὸς ἐπικαιροτάτος τῶν τόπων ἀνωχύρος ἐόντας καὶ ποτιδέον[τας] | |
| βοαθείας, ψαφιξάμενος καὶ πορίσας εἰς ταῦτα χρήματα προενοήθη το[ῦ κα]- | |
| τὰ τάχος ἀποχυρωθέντος τοῦ περιπολίου ἐν ἀσφαλείαι ὑπάρχεν τὸς κα- | |
| 10 | τοικοῦντας μετὰ τέκνων καὶ γυναικῶν, προενοιήθη δὲ καὶ τῶν ἄλλων |
| τῶν διατεινόντων εἰς τὰν Ἁλασαρνιτᾶν ἀσφάλειάν τε καὶ σωτηρίαν, | |
| σπουδᾶς καὶ φιλοτιμίας οὐθὲν ἐνλείπων· ἔν τε τῶι συνεστακότι πολέ- | |
| μωι προορώμενος τάν τε τῶν ἐναντίων ἐπιβολὰν καὶ τὸ μέγεθος τοῦ | |
| κινδύνου πεπόρικε πλῆθος ἱκανὸν χρημάτων εἴς τε τὰν ἐπιμέλειαν | |
| 15 | καὶ κατασκευὰν τῶν τειχέων· σπεύδων τε καὶ εἰς τὸν μετὰ ταῦτα |
| χρόνον ἄθικτον τὰν ὑποθήκαν τοῖς περιπολίοις ὑπάρχεν, πεπολίτευται | |
| συνφέρουσαν καὶ δυνατὰν διοίκησιν ποιησάμενος κατὰ τῶν ἀπειθούν- | |
| των τοῖς δόγμασιν τᾶς ἐκκλησίας· τῶν τε ὑπεναντίων ἐπιβαλομένων | |
| λέμβοις τε καὶ ἄλλοις πλοίοις καὶ πλήοσιν ἐπί τε τὰν πόλιν καὶ τὰν χώραν, | |
| 20 | ψαφιζόμενος περί τε τῶν ἄλλων τῶν διατεινόντων ποτὶ τὰν κοινὰν ἀσ- |
| φάλειάν τε καὶ σωτηρίαν καὶ περὶ τᾶς κατὰ γράμμα πάλιν ἐσσευμένας φυ- | |
| λακᾶς ἀπέλυσε τὸς δαμότας τᾶς κατὰ πόλιν φυλακᾶς, νομίζων δεῖν | |
| μένοντας ἐπὶ τῶν ἰδίων τόπων συνδιατηρῆσαι τὰ φρούρια, ἀκολούθως | |
| δὲ τᾶι τῶν καιρῶν περιστάσει καθιστὰς φυλακὰν τᾶς πόλιος ἐφρόντιξεν | |
| 25 | τὸν ἐκτενέστατον τρόπον καὶ τοῦ περιπολίου, ποτίθεσιν ποιησάμενος |
| τοῦ τε πλήθους τῶν φυλάκων καὶ τᾶς μισθοδοσίας· ἐμβολᾶν τε γινομενᾶν | |
| ἐς τὰν χώραν συνγράφων περὶ προφυλακᾶς ἱππέων τε καὶ πεζῶν προε- | |
| νοιήθη καὶ τᾶς Ἁλασαρνιτᾶν ἀσφαλείας, ποτίταγμα δοὺς τοῖς ἐπὶ τού- | |
| των τεταγμένοις συνδιατηρῆσαι τὸς τόπος, ἐλθόντων δὲ καὶ | |
| 30 | τῶν δαμοτᾶν ἐπί τε τὰν βουλὰν καὶ τὸν πάντα δᾶμον καὶ ἀπολογιξαμέ- |
| νων ἃ μὲν ἀχρεῶσθαι τῶν ὅπλων, ἃ δὲ καὶ ποτιδεῖσθαι τὸ παράπαν κα- | |
| τασκευᾶς, προαιρεύμενος κατὰ δύναμιν τὰν αὐτοῦ πάντα πράσ- | |
| σεν τὰ συνφέροντα τῶι δάμωι, πεπόρικε χρήματα εἰς τὸν καθοπλισ- | |
| μὸν τῶν τεταγμένων ἐπὶ τᾶς φυλακᾶς τοῦ περιπολίου, προχρησαμένο[υ] | |
| 35 | τε τοῦ σύμπαντος δάμου τὰ ὑπάρχοντα ξύλα εἰς τὰν κατασκευὰν |
| τᾶς στοᾶς εἰς τὰς τοῦ πολέμου χρείας, ἐφρόντιξεν περὶ τᾶς ἀποκα[τα]- | |
| στάσιος, προεισευπορήσας ἐκ τῶν ἰδίων ἄτοκα τὰ χρήματα, ἔν τε τοῖς ἄλ- | |
| λοις τοῖς διατείνουσιν ποτὶ τὰν φυλακὰν καὶ ἀσφάλειαν διατελεῖ πάντα τὰ δυνα- | |
| τὰ καὶ πράσ<σ>ων καὶ γράφων· ὅπως οὖν καὶ [ὁ] δᾶμος ὁ Ἁλαρανιτᾶν, καθότι πάτρι- | |
| 40 | όν ἐστι αὐτῶι, φαίνηται τοὺς ἀγαθοὺς τῶν ἀνδρῶν τιμῶν καταξίως τῶν |
| γινομένων εἰς αὐτὸν εὐεργετημάτων, Θευκλῆς τε τυχὼν τῶν τιμ[ί]- | |
| ων πολὺ προθυμότερον αὐτὸν παρέχηται εἰς τὰ τοῦ δάμου χρήσιμ[α], | |
| δεδόχθαι ἐπαινέσαι Θευκλῆ Ἀγλάου ἀρετᾶς ἕνεκα καὶ εὐνοίας τᾶς ἔς [τε] | |
| πολίτας πάντας καὶ ἐς τὸν δᾶμον τὸν Ἁλασαρνιτᾶν, στεφανῶσαι δὲ αὐ- | |
| 45 | [τὸν] στεφάνωι χρυσέωι ἀπὸ χρυσῶν Ἀλεξανδρείων νʹ, τοὶ δὲ ναπόαι |
| [ἐγ]δόντω ἀναγράψαι τὸ ψάφισμα τόδε εἰστάλαν λιθίναν καὶ ἀναθέντω | |
| [ἐν] τῶι ἱερῶι τοῦ Ἀπόλλωνος τοῦ ἐν Ἁλασάρναι εἰς τὸν ἐπιφανέ- | |
| [σ]τατον τόπον. |