[ ]
Kos Isl. — Kos — decree of unkn. city — ca. 150-100 BC — REG 9 (1896) 415, 1 — Chiron 29 (1999) 303, 11 — SEG 49.1119
See also:
| 1 | [․․c.8․․․ καὶ στεφανῶσαι τὸν γ]ρ̣α̣μ̣μ̣ατέα Διοφάνο̣υ |
| [․․․c.10․․․ τὴν ἐπιδ]η̣μίαν πεποιημένον εὐτάκτως | |
| [πᾶσα]ν χρεί̣[α]ν̣ [παρ]ασχόμενον ὃν τρόπον ἐπέβαλλεν. | |
| [τῆ]ς δὲ ἀναγορεύσεως τῶν στεφάνων ἐπιμεληθῆ- | |
| 5 | [να]ι τοὺς ἐν ἐκείνωι τῶι ἔτει στρατηγοὺς καὶ τὸν |
| [ἀ]γωνοθέτην. ἀναγράψαι δὲ καὶ τὸ ψήφισμα τοῦτο | |
| [ε]ἰς στήλην λίθου λευκοῦ καὶ ἐνχαράξαι τοὺς | |
| στεφάνους καὶ ἀναθεῖναι ἐν τῶι ἐπιφανεστάτωι | |
| τόπωι πρὸ τοῦ δικαστηρίου. ἵνα δὲ καὶ Κῶιοι εἰδή- | |
| 10 | σωσιν ἣν ἔχει ὁ δῆμος προαίρεσιν, δεδόχθαι ἀ- |
| ποδεῖξαι πρεσβευτὰς δύο οἵτινες ἀφι- | |
| κόμενοι εἰς Κῶ τό τε ψήφισμα ἀποδώ<σου>- | |
| σιν καὶ ἐπελθόντες ἐπὶ τὴν βουλὴν καὶ | |
| ἐκλησίαν {²⁶ἐκκλησίαν}²⁶ καὶ ἀσπασάμενοι παρὰ τοῦ π- | |
| 15 | λήθους εὐχαριστήσουσιν Κώιοις ἐπὶ |
| τῇ ἀποστολῇ τῇ τοῦ δικαστοῦ καὶ παρακαλέ- | |
| σουσιν αὐτοὺς φίλους ὑπάρχον{τα}τας {²⁶ὑπάρχοντας}²⁶ δια- | |
| τηρεῖν τὴν πρὸς τὴν πόλιν ἡμῶν εὔνοια- | |
| ν {αν} ἀναγράψαντας δὲ καὶ εἰς στήλην λίθου | |
| 20 | λευκοῦ τόδε τὸ ψήφισμα καὶ ἀναθεῖναι ἐν τῶι |
| ἐπιφανεστάτωι τόπωι τῆς πόλεως. v εἱρέ- | |
| θησαν πρεισβευταὶ {²⁶πρεσβευταὶ}²⁶ Σωκράτης Πολεμο- | |
| κράτου Δίφιλος Διφίλου. ἀνηνέχθη Ἀλσείου τρια- | |
| κάδι ὑ<π>ὸ τῶν πρεσβευτᾶν ἔχον ἐπίσαμον | |
| 25 | ζῷδιον γυναικεῖον. |