[ ]
Kos Isl. — Kos — 182 BC — Herzog, Hermes 65 (1930) 455-463 (lower frg.) — Welles, Royal Correspondence 202, 50 (lower frg.) — Segre, Hellenica V (1948) 102-128 (join)
See also:
| 1 | [β]ασιλεὺς Εὐμένης Κ[ώιων τῆι βουλῆι καὶ] |
| τῶι δήμωι χαίρειν· τὴν Ἀ̣[θηνᾶν μὲν τιμῶμεν] | |
| μάλιστα τῶν ἄλλων θε[ῶν διὰ τὸ πολλὰς καὶ] | |
| μεγάλας ἡμῖν περιτεθε[ικέναι εὐημερίας ἐν] | |
| 5 | παντοδαπαῖς περιστάσ[εσιν καιρῶν, Νικηφόρον] |
| τε προσηγορεύκαμεν, [καλλίστην νομίζον]- | |
| τες εἶναι καὶ οἰκειοτάτη[ν τὴν προσω]- | |
| νυμίαν ταύτην, καθάπερ [καὶ πρότερον ἐγράψαμεν]· | |
| δὶς γὰρ ἤδη παρακληθέ[ντες ὑφ’ ἡμῶν τάς τε] | |
| 10 | πανηγύρεις ἃς τότ̣[ε κατηγγείλαμεν ἀπεδέξασθε] |
| φιλοφρόνως, καὶ πέμψ̣[αντες θεωροὺς ἐκοινω]- | |
| [ν]ήσατε τῶν ἱερῶν ὁ[σίως καὶ εὐσεβῶς· καὶ νῦν] | |
| [ἐ]παύξειν δὲ βουλόμ[ενοι τὰς τιμὰς αὐτῆς] | |
| [κ]αὶ μείζω χαριστή[ρια τῶν κατὰ πόλεμον ἀγώνων] | |
| 15 | [ἀ]ποδιδόναι, διε̣γ̣ν[ωκότες δὲ συντελεῖν αὐτῆι πα]- |
| [ν]ήγυρίν τε διὰ πεν[ταετηρίδος καὶ μουσι]- | |
| [κο]ὺς καὶ γυμνικοὺς [ἀγῶνας, καὶ τὸ ἱερὸν ἀνα]- | |
| [δεδ]ε̣ι̣χότες καὶ τὸ π[ερὶ αὐτὸ τέμενος ἄσυλα], | |
| [καθ’] ὧι θήσομεν αὐ[τῶν τὰ ὅρια, καλῶς δὲ ἔχον κε]- | |
| 20 | [κρικότες ταῦτα] ὑ̣πὸ̣ [θεωρῶν καταγγέλλεσθαι], |
| [ὥστε τ]οὺς ἀγῶνα[ς τούτους συντελεῖσθαι σὺν] | |
| [ἅπα]σ̣ι̣ τοῖς ἐκτενεσ[τάτοις ἡμῖν τῶν Ἑλλήνων, ἐπι]- | |
| [τε]υγμάτων μεγάλω[ν χαριστήρια τῆι Ἀθηνᾶι], | |
| π̣επόμφαμεν θεωρ̣[οὺς πρὸς ὑμᾶς τὸν δεῖνα — —] | |
| 25 | ρ̣έα, τυγχάνοντα παρ’ [ἡμῖν τιμῆς τε τῆς πρώτης καὶ προ]- |
| ε̣δρίας δι<ὰ> τὴν καλοκ̣[ἀγαθίαν, καὶ τὸν δεῖνα] | |
| Μυριναῖον καὶ Μέγων[α Ἐφέσιον, τῶν φίλων τῶν προ(?)]- | |
| τιμωμένων παρ’ ἡμῖν [καὶ τὸν δεῖνα καὶ Κάλαν Περγα]- | |
| μηνούς, καὶ ὑφ’ ἡμῶν μὲ[ν κρινομένους ἀξίους, ὡς] | |
| 30 | δὲ πολίτας τετευχ[ότας κατὰ τὴν ἡλικίαν τῶν προση]- |
| κόντων, προκεχιρισ[μένους {²⁶προκεχειρισμένους}²⁶ δὲ καὶ ὑπὸ τῆς πόλεως] | |
| διὰ τὸ καταγγέλλε[ιν μεθ’ ἡμῶν τὰ Νικηφόρια· καλῶς] | |
| οὖν ποιήσετε πρῶ̣[τον μὲν διὰ τὴν θεόν, ἔπειτα δὲ] | |
| καὶ δι’ ἡμᾶς τῶν ἀνδ[ρῶν τε φιλοφρόνως διακούσαν]- | |
| 35 | τες καὶ ἀποδεξάμεν[οι τά τε Νικηφόρια καὶ τὴν ἀσυλίαν ὥσ]- |
| περ ὑμῖν ἁρμόζει· ταῦτ̣[α γὰρ πράξαντες τὰ μὲν ἐκείνης τί]- | |
| μια φανεῖσθε συναύξ̣[οντες, ἡμᾶς δὲ ἀκολούθως τῆι] | |
| παρ’ ἡμῶν ὑπαρχούση̣[ι πρὸς τὸν δῆμον ὑμῶν εὐνοίαι] | |
| ὡς ἐνδέχεται μάλισ[τα προθύμους ἕξετε τὸ λοιπὸν κατὰ] | |
| 40 | πάντα καιρὸν πρὸς τ[ὰ συμφέροντα ὑμῖν· τὰ δὲ πλείονα] |
| περὶ τῶν κατὰ μέρος [ἀκούσετε παρ’ αὐτῶν τῶν θεω]- | |
| ρῶν. ἔρρωσθε. vac. [ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι]· | |
| γνώμα προστατᾶν· [ἐπειδὴ βασιλεὺς Εὐμένης ἀποστέλλων] | |
| θ̣ε̣ω̣ροὺς [παρ’ αὑτοῦ τε καὶ παρὰ τᾶς πόλιος τᾶς Περγαμηνῶν] | |
| 45 | ἐ̣παγ[γέλλει — — — — — — — — — — — — — — — — — — — —] |
| [— — — — — — — — — — — — — — — — — — — — — — — — —] |