[ ] Thess. (Magnesia) — Demetrias — ca. 350-300 BC — GVI 1572 — McDevitt 886
1 αἰνὴ Φερσεφόνεια ὅσιον δέχου ἄνδρα Ἀγαθοκλῆ,
πρὸς σὲ κατερχόμενον, χρηστοσύνης πρύτανιν·
εὐσεβέων λειμῶνα κατοίκισον· ἦ γὰρ ἀληθὴς
ψυχὴ καὶ καθαρὰ ζῶντι δίκαιος ἐνῆν.
5        Ἀγαθοκλῆς
       Ἀγαθωνύμου
       Κορίνθιος.

MCP server: epigraphy-mcp.packhum.org

Search Help
Contact Us
MCP server