[ ]
Thess. (Magnesia) — Demetrias — after 217 BC — GVI 943
| 1 | Ἀντιγένης Σωτίμου· |
| εἰς μακάρων νήσους με κατήγαγεν ἀγχόθι Μίνως, | |
| θερμὰ κατ’ ἐνκεφάλου τραύματα δεξάμενον | |
| καὶ δέμας ἐκ καμάκων πεπαλαγμένον, ἁνίκ’ Ἐνυὼ | |
| 5 | πεζὸν ἀπ’ Αἰτωλῶν ἀμφορόθυνεν Ἄρη |
| Ἀντιγένη· Μάγνης δὲ δόμος καὶ πατρὶς ἔπολβος | |
| ἡ Δημητριέων οὔ με κατωικτίσατο, | |
| υἱὸν Σωτίμου τὸν γνήσιον· οὐδέ με Σωσὼ | |
| μήτηρ· οὐ γὰρ ἔβην θῆλυς ἐπ’ ἀντιπάλους· | |
| 10 | ἀλλὰ τὸν ἡβητὴν σώιζων λόχον —— ἵστορα τῶνδε ——, |
| Ζῆνα καὶ ὁπλίτην αὐλὸν Ἐνυαλίου, | |
| καὶ τὸν Ἀλεξάνδρου χθόνιον τάφον, οὗ μέγα θάρσος, | |
| ῥυόμενος, Θήβης ἀμφεκάλυψα κόνιν. |