[ ] Thessalia (Magnesia) — Demetrias — after 217 BC — GVI 943
1              Ἀντιγένης Σωτίμου·
εἰς μακάρων νήσους με κατήγαγεν ἀγχόθι Μίνως,
θερμὰ κατ’ ἐνκεφάλου τραύματα δεξάμενον
καὶ δέμας ἐκ καμάκων πεπαλαγμένον, ἁνίκ’ Ἐνυὼ
5 πεζὸν ἀπ’ Αἰτωλῶν ἀμφορόθυνεν Ἄρη
Ἀντιγένη· Μάγνης δὲ δόμος καὶ πατρὶς ἔπολβος
ἡ Δημητριέων οὔ με κατωικτίσατο,
υἱὸν Σωτίμου τὸν γνήσιον· οὐδέ με Σωσὼ
μήτηρ· οὐ γὰρ ἔβην θῆλυς ἐπ’ ἀντιπάλους·
10 ἀλλὰ τὸν ἡβητὴν σώιζων λόχον —— ἵστορα τῶνδε ——,
Ζῆνα καὶ ὁπλίτην αὐλὸν Ἐνυαλίου,
καὶ τὸν Ἀλεξάνδρου χθόνιον τάφον, οὗ μέγα θάρσος,
ῥυόμενος, Θήβης ἀμφεκάλυψα κόνιν.
Search Help
Contact Us