[ ]
Thess. (Magnesia) — Demetrias — bef. 250 BC? — Thess. Mnemeia 215-219 (Prosthekai) — GVI 1606 — McDevitt 734
| 1 | λυπρὸν ἐφ’ Ἡδίστηι Μοῖραι τότε νῆμα ἀπ’ ἀτράκτων |
| κλῶσαν, ὅτε ὠδῖνος νύμφη ἀπηντίασεν· | |
| σχετλίη. οὐ γὰρ ἔμελλε τὸ νήπιον ἀνκαλιεῖσθαι, | |
| μαστῶι τε ἀρδεύσειν χεῖλος ἑοῖο βρέφους. | |
| 5 | ἓν γὰρ ἐσεῖδε φάος καὶ ἀπήγαγεν εἰς ἕνα τύμβον |
| τοὺς δισσούς, ἀκρίτως τοῖσδε μολοῦσα, Τύχη. |