[ ]
Thessalia (Magnesia) — Demetrias — bef. 250 BC? — Thess. Mnemeia 215-219 (Prosthekai) — GVI 1606 — McDevitt 734
1 | λυπρὸν ἐφ’ Ἡδίστηι Μοῖραι τότε νῆμα ἀπ’ ἀτράκτων |
κλῶσαν, ὅτε ὠδῖνος νύμφη ἀπηντίασεν· | |
σχετλίη. οὐ γὰρ ἔμελλε τὸ νήπιον ἀνκαλιεῖσθαι, | |
μαστῶι τε ἀρδεύσειν χεῖλος ἑοῖο βρέφους. | |
5 | ἓν γὰρ ἐσεῖδε φάος καὶ ἀπήγαγεν εἰς ἕνα τύμβον |
τοὺς δισσούς, ἀκρίτως τοῖσδε μολοῦσα, Τύχη. |