[ ] Crete, Ctr. — Lato pros Kamara — after 116/5 BC — Hesperia 58 (1989) 118, 1
See also:
1               Κλητώνυμος
              Μναστοκλεῖος,
              χαῖρε.
εἰ Λίνδος̣ Κ̣λ̣ε̣ό̣β̣[ο]υλον ἐθρέψατο Σισυ[φί]δων δὲ
5   χθὼν [Π]ε̣[ρί]α̣ν̣δρον, ἄκρους ἑπτὰ σοφῶν κανόν[ας],
οὐ μ̣έ̣γ̣α· κ̣αὶ Λ̣ατὼς γὰρ ἐνέγκατο τόνδ[ε] σοφιστὴν̣
  ὄ̣[γ]δο̣ο̣ν̣ [ε]ὐμαθοῦς κοίρανον ἱστορίης,
πιστὸν ἔ̣ρ̣[εισ]μα νό<μ>ων Κλητώνυμον αἰνετὸν υἷα̣
  Μ̣ν̣αστ̣[οκ]λέους ὃν [ἅ]πᾶς δῆμος ἐπῳκτίσατο·
10 οὐ γὰ̣ρ̣ [ἐπλ]ήρωσεν γήραι βίον, ὡς δέ τις ἀστὴρ
  λάμψα̣ς ἐσβέσ̣θη̣ δαίμονος ἀκρισίαις
πατρίδα ῥυόμενος̣ βουλαῖς· ἀγαθῇ δὲ προνοίᾳ
  οἶκον ὃν οἱ δόξης κίονες ἐκράτεσαν·
τρι̣σ̣σοὺς γὰρ λίπε παιδὰς ἑοὺς· ἀρετὴ δὲ τὰ το̣[ύ]το̣[υ]
15   τείμια κηρύξει κἠν Ἀΐδαο δόμοις.
Search Help