SEG 33:736
[ ] Crete, W. — Tallaion Antron (Melidoni) — 2nd c. AD — IC II xxviii 2 — BPEC 4 (1983) 113-116 (C. Gallavotti)
See also:
1       Ἄρτεμις ἡ Σαλουΐου θυγάτηρ.
οὔρεσι Ταλλαίοις ἱδρυμένε Μαιάδος Ἑρμᾶ,
  σπονδὴν καὶ θυσίην δέξο φιλοφρόσυνος,
ἥν<τε> σε Σάλουιος Μηνᾶς λοιβῇσι γεραίρει
5   κτήσιος ἐξ ὁσίης ψυχικὰ δῶρα διδούς·
καὶ πρὶν μὲν Ζώης ἀλόχου φάος εἰσοροώσης
  σὺν κείνῃ κατ’ ἔτος τούσδ’ ἐγέραιρε τόπους·
ἀνθ’ ὧν δ’ ἐγχρονίσας ἐφετήσιον οὐκ ἀπέδωκε,
συμβίου ἁγνοτάτης τοῦδε καταφθιμένης,
10 ἀλγήσας φρένα πολλά· μαθὼν δ’ ὅτι δεῖ τά γε θεῖα
  τιμᾶν, δηναιὴν τήνδ’ ἔπορεν θυσίην·
καὶ σὺ δὲ παντοκράτωρ, Ἐριούνιε, τόνδε φυλάσσοις
  σῶον, ὅπως τιμᾷ σὸν δι’ ὅλου τέμενος
Search Help
Contact Us