| 1 | Ἄρτεμις ἡ Σαλουΐου θυγάτηρ. |
| οὔρεσι Ταλλαίοισιν ἱδρυμένε Μαιάδος Ἑρμῆ, | |
| σπονδὴν καὶ θυσίην δέξο φιλοφρόσυνος, | |
| ἥν σοι Σαλούϊος Μηνᾶς λοιβαῖσι γεραίρει, | |
| 5 | κτήσεος ἐξ ὁσίης ψυχικὰ δῶρα διδούς. |
| καὶ πρὶν μὲν ζώσης ἀλόχου φάος εἰσοροώσης, | |
| σὺν κείνῃ κατ’ ἔτος σοὺς ἐγέραιρε τόπους· | |
| ἀνθ’ ὧν δ’ ἐνχρονίσας ἐπετήσιον οὐκ ἀπέδωκεν, | |
| συμβίου ἁγνοτάτης τοῦδε καταφθιμένης, | |
| 10 | ἀλγήσας φρένα πολλά, μαθὼν δ’ ὅτι δεῖ τά γε θεῖα |
| τιμᾶν, διπλῆν σοι τήνδ’ ἔπορεν θυσίαν. | |
| καὶ σὺ δέ, παντοκράτωρ Ἐριούνιε, τόνδε φυλάσσοις | |
| ζωόν, ὅπως τιμᾷ σὸν δι’ ὅλου τέμενος. |
IC II
xxviii 2