| [— — — — — — — — — — — — — — — — — — — — — — —] | |
| 1 | [— — — — — — — — — — — — — — — — — — — — — —]ΩΝ |
| [— — — — — — — — — — — — — — — — — — — — — — — — — τ]ὰν δ’ ἰσοπο- | |
| [λιτείαν — — — — — — — — — — — — — — — — — —]ΟΝ. ἀγγραψάντων | |
| [δὲ τὰν ἰσοπολιτείαν ἑκάτεροι ἐς] στάλας λιθίνας τρεῖς κα[ὶ] | |
| 5 | [ἀνθέντων τὰν μὲν ἐ]ν Ἱεραπύτναι ἐν τῶι ἱερῶι τᾶς Ἀθανα[ί]- |
| [ας τᾶς Πολιάδος, τὰν] δὲ ἄλλαν οἱ κατοικόντες Ἱεραπύτνιοι | |
| [παρ’ Ἀρκάσιν(?)] ἐν τῶι ἱερῶι τῶ Ἀσκαπιῶ, τὰν δὲ τρίταν κοινᾶι | |
| [Ὠλεροῖ] ἐν τῶι ἱερῶι τᾶς Ἀθαναίας. αἰ δέ τί κα δόξηι βωλευομέ- | |
| [νο]ις ἐπὶ τῶι κοινᾶι συμφέροντι ἐπιδιορθῶσαι ἢ ἐξελε͂ ἢ ἐν- | |
| 10 | βαλε͂ν, <ὅ τι μὲν ἐξέλοιμεν> μὴ ἔνορκον ἔστω· ὅ τι δὲ ἐγ<γ>ράψαιμεν ἔνορκόν τε ἔστω καὶ |
| ἔνθινον. {²vac.}² ὅρκος. {²vac.}² Ὀμνύω τὰν Ἑστίαν καὶ Τῆνα Ὀράτριον καὶ Τῆνα | |
| Δικταῖον καὶ Ἥραν καὶ Ἀθαναίαν Ὠλερίαν καὶ Ἀθαναίαν Πολιάδα | |
| καὶ Ἀθαναίαν Σαμωνίαν καὶ Ἀπόλλωνα Πύτιον καὶ Λατὼ καὶ Ἄρτε- | |
| μιν καὶ Ἄρεα καὶ Ἀφροδίταν καὶ Κωρῆτας καὶ Νύμφας καὶ τὸς Κύρβαν- | |
| 15 | τας καὶ θεὸς πάντας καὶ πάσας· ἦ μὰν ἐγὼ εὐνοησῶ τοῖς ἐπί- |
| πασι Ἱεραπυτνίοις τὸν ἅπαντα χρόνον ἁπλόως καὶ ἀδόλως καὶ | |
| τὸν αὐτὸν φίλον καὶ ἐχθρὸν ἑξῶ καὶ πολεμησῶ ἀπὸ χώρας παντὶ | |
| σθένει, υἷ καὶ οἱ ἐπίπαντες Ἱεραπύτνιοι, καὶ τὸ δίκαιον δωσῶ καὶ | |
| ἐμμενῶ ἐν τοῖς συγκειμένοις καὶ οὐ κακοτεχνησῶ οὐθὲν τῶν | |
| 20 | ἐν τᾶιδε τᾶι ἰσοπολιτείαι γεγραμμένων οὔτε λόγωι οὔτε ἔργωι |
| οὐδὲ ἄλλωι ἐπιτραψῶ ἑκὼν καὶ γινώσκων παρευρέσει οὐδεμιᾶι | |
| οὐδὲ τρόπωι οὐθενί. αἰ δέ τι ἐπιορκήσαιμι τῶν ὤμοσα ἢ τῶν συνε- | |
| θέμαν, τός τε θεὸς τὸς ὤμοσα ἐμμανίας ἦμεν καὶ ἐξόλλυσθαι | |
| κακίστωι ὀλέθρωι καὶ μήτε γᾶν μήτε δένδρεα καρπὸς φέρεν μή- | |
| 25 | τε γυναῖκας τίκτεν κατὰ φύσιν, τῶι τε πολέμωι νικε͂σθαι. εὐορ- |
| κῶσι δὲ ἁμῖν τός τε θεὸς ἱλέος ἦμεν καὶ γίνεσθαι πάντα ἀγαθά. |