[ ] Crete, Ctr. — Kydonia (Chania): Souda — ca. 110/9 or 109/8 BC — IC I xvi 5,app.cr. = CIG 2554
1 ἀγαθᾶι τύχαι. τάδε [συ]νέ[θεν]το Λά[τιοι καὶ] Ὀλ[όντιοι κοσμιόντων ἐν μὲν Λατῶι τῶν σὺν Πυλέ]-
[ρ]ωι τῶ Ταλλαίω μηνὸ[ς Θιο]δαι[σί]ω τ̣ρ̣ι̣α̣κ̣[άδι, ἐν δὲ Ὀλόντι ἐπὶ τῶν σὺν Σωφρονίχωι τῶ]
Ἀρίστιος μηνὸς Ἐλουσ[ιν]ίω τρια[κά]δι. [φίλος καὶ συμμάχος ἀλλάλοις ὑπομενῆν ἁπλόως καὶ]
ἀδόλως ἐς τὸν πάν[τα χ]ρόνο[ν κ]αὶ τ[ὸν αὐτὸν φίλον καὶ ἐχθρὸν ἑξῆν. καί τίς κ’ ἐμβάλληι]
5 ἐς τὰν τῶν Λατίων [χώραν ἢ ἀ]ποτ[άμνηται χώρας τᾶς Λατίων ἢ φρώρια ἢ νά]-
σος ἢ λ[ι]μ[έν]α[ς Λ]ατ[ίων καταλαμβά]νη[ται, βοαθησῆν τὸς Ὀλοντίος ἀπροφασίστως]
παντὶ σθένει καὶ κ[ατὰ τὸ δυνατὸν τοῖς Λατίοις πολεμίοντας ἀπὸ χώρας· ὡσαύτως]
δὲ καὶ εἴ τίς κα ἐς τὰν [τῶν Ὀλοντίων χώραν ἐμβάλληι ἢ ἀποτάμνηται χώρας τᾶς Ὀλοντίων ἢ φρώ]-
ρια ἢ νάσος καταλάμ[βάνηται ἢ λιμένας Ὀλοντίων, βοαθησῆν τὸς Λατίος ἀπροφασίστως]
10 παντὶ σθένει καὶ κατὰ [τὸ δυνατὸν τοῖς Ὀλοντίοις πολεμίοντας ἀπὸ χώρας. ἐξέ]-
στω δὲ τῶι βωλ[ο]μέ[νωι Λατίων δικαιοπραγήσαντι τοῖς ἰδίοις ἐν Ὀλόντι πολιτεύεσθαι]
μ̣ε̣τέχ̣ο̣ντι θίνων κ[αὶ ἀνθρωπίνων πάντων ὧν καὶ οἱ ἄλλοι Ὀλόντιοι μετέχοντι, κα]-
τὰ ταὐτὰ δὲ ἐξέστω [Ὀλοντίων τῶι βωλομένωι δικαιοπραγήσαντι τοῖς ἰδίοις Λατοῖ πολιτεύεσθαι με]-
τέχοντι θίνων καὶ ἀ[ν]θρ[ωπίνων πάντων ὧν καὶ οἱ ἄλλοι Λάτιοι μετέχοντι].
15 ἐξαγωγὰν δὲ <ἦ>μεν τῶι τε [Λ]ατίωι ἐ[ξ Ὀλόντος καὶ τῶι Ὀλοντίωι ἐγ Λατῶς, κατὰ γᾶ]-
ν μὲν ἀτελές, κατὰ θάλασσαν δὲ κατ[αβάλλονσι τὰ τέλια κατὰ τὸς ἑκατερῆ κειμένος νό]-
μ[ο]ς, ὀμόσανσι ἐς ἰδίαν χρήιαν ἐξάγεν. [αἰ δέ τι κοινᾶι στρατευόμενοι ἕλοιμεν τῶν]
πολεμίων, λανχάνεν ἑκατέρος κατὰ τὸς ἕ[ρ]π[οντα]ς ἄνδρα[ς. αἰ δέ κα πολεμίωντι ἀμφότε]-
ραι πόλεις ἀπὸ χώρας, μἠξ<έσ>τω μηδατέρωι [σπο]νδὰς ἄγε[ν μήτ’ εἰρήναν τίθεσθαι, αἴ κα μὴ]
20 κοινᾶι αἱ πόλεις βωλεύσωνται. ἐξορκιξάντων δὲ κα[ὶ τὰν ἀγέλαν τὰν τόκ’ ἐσδυομέναν(?) ἐν ἑκατέραι τᾶι]
πόλει{ς} ἐπεί κ’ ἐγδρ<ά>μωντι οἱ κόσμοι ἐπ’ αὐτῶν κο[σ]μιόντ[ων, παριόντων ἐν μὲν Λατῶι Ὀ]-
λοντίων πρειγήιας, ἐν δὲ Ὀλόντι Λατίων πρειγήι[ας], καὶ τὰν συ[νθήκαν ἀναγινωσκόντων]
καὶ τὸν ὅρκον τελισκόντων ἐ<ν> μὲ[ν] Λατῶ̣ι ἐν τοῖς Θιοδασίοι[ς, ἐν Ὀλόντι ἐν τοῖς — — — — —]
παραγγελλόντων δὲ οἵ τε Λάτιοι τοῖς Ὀλοντίοις καὶ οἱ Ὀλόν[τιοι τοῖς Λατίοις πρόπεμπτον ἐ]-
25 πεί κα μέλλωντι ἀναγινώσ[κε]ν ἢ τὰς ἀγέλας ἐξορκίζεν· εἰ δέ [κα μὴ ἐξορκίξωντι οἱ Λάτιοι κόσμοι]
ἢ μ[ὴ] παραγγήλωντι ἐπὶ τὰ[ν] ἀνάγνωσιν τᾶς συνθήκας ἢ μὴ ἀν[αγνῶντι, ἀποτε]-
ισάν[τ]ων ὁ κόσμος ἕκα[στο]ς ἀργυρίω στατῆρας ἑκατὸν τοῖς Ὀ[λοντίοις· ὡσαύτως δὲ καὶ οἱ Ὀ]-
λόντιοι ε̣ἰ [μ]ὴ ἐξο[ρκίξα]ιεν τὰς ἀγέλας ἢ μὴ παρανγήλαι[εν ἢ μὴ ἀναγνοῖεν τὰν συνθή]-
καν καθὼ[ς] π[ρογέγρα]πται, ἀποτεισάντων οἱ κόσμοι ἀ̣ρ[γυρίω στατῆρας ἑκατὸν]
30 ἕκαστος [αὐτῶν τ]οῖς Λατίοις. καἴ κα κοσμίων [ἔλ]θηι Λάτιο[ς ἐς Ὀλόντα ἢ Ὀλόντιος]
ἐς Λατών, τ[ό τε ἡμά]τ̣ιον ἀφφανῶ ἐχέτω καὶ ἑρπέτω ἐς π̣[ρυτανήιον καθώς]
κα οἱ [κόσ]μ[ο]ι ἐς [ἑορ]τ̣ὰν ἢ̣ ποππὰν [ἕρ]πωντι. αἰ δὲ πλίονεν ἕ[ρποιεν Λάτιοι(?) ἐς Βο]-
λόεν̣τ̣α̣ ἢ Ὀλόντιοι ἐ[ς Λατὼ]ν παρ’ ἅτερ[ο]ν ἥσ̣θ̣ω ὁπῆ ἄγχι διω[ρισ- — — — — —]
[— — — — πρ]εισ̣γήιας ἕρπ[ε]ν̣. [αἰ] δέ τί κα̣ ἕ̣ληται Λατίωι ἢ Βολοντί[ωι, ἐπιόντων οἱ πρείγιστοι]
35 [οἱ ἐ]πὶ τα[ῖ]ς εὐνομίαις οἱ ἑκατερῆ ἐρευνίοντες καὶ ῥυθμίττον[τες καὶ κύριοι ἔστων — — — — —]
π̣ρ̣ὸ̣ς αὐσαυτὸς καὶ τἄλλ[α] πάντ̣α χρήμενοι, καθὼς κα ἐπεικ[ὲς ἦι. ἦμεν]
[δὲ] κ̣αὶ τὰς ὁδὸς τὰς ξε̣[νι]κὰς θίνας· αἰ δέ τίς κά τινα ἀδικήσηι ἐν τα[ύταις ταῖς ὁδοῖς],
ἀ̣π̣οτεισάτω ἑξαπ[λόα τὰ π]ρόστι̣μα δίκαι νικαθές. ἦμεν δὲ καὶ ἐπιγα[μίας ἀλλάλοις. κύρι]-
ον δ’ ἦμεν τὸν Λά[τιον ἐν] Βολόε[ν]τι πορτὶ τὸν Βολόντιον καὶ τὸν Βολόντιον π[ορτὶ τὸν Λά]-
40 [τ]ιον ἐν Λατῶι καὶ [πωλίο]ντα δι[ὰ τ]ῶ χρηοφυλα[κ]ίω καὶ ὠνιόμενον καὶ δανί[ζοντα καὶ]
δανιζόμεν[ο]ν καὶ τἄλλ[α πάντα σ]υναλλ[άττ]οντα κατὰ τὸς τᾶς π[ό]λι[ος νόμος]
τὸς ἑκατερῆ κει[μ]ένο[ς. ἑρπόντων] δὲ καὶ [ἐς τὰ]ς ἑ[ορτ]ὰς οἱ μὲν Λάτιοι ἔς τ[ε τὰ Θιοδάσια κἠς]
τὰ Βριτομάρπεια, ὡ[σαύτως] δὲ κοἱ Βολόν[τιοι ἐς Λ]ατὼν ἔς τε τὰ Θιοδαίσια κ[ἠ]ς τὰ [— — —]
καὶ θίασον ἀγόν[των· χορὸς δὲ κα]ὶ δρομέας ἀπ̣[οστελλ]όντων καὶ θυόντων [καὶ τἄλλα κατὰ τὸ νομι]-
45 ζόμενον. εἰ δέ <τ>ί κα δ[όξηι ταῖ]ς πόλεσι βωλουσ[αμέναις ἐ]ξε[λε͂ν ἢ ἐνγράψαι, ὅ τι μέν κ’ ἐξέλοιεν, μή]-
τε ἔορκον μήτε ἔθινον ἦμεν, ὅ τι δὲ κ’ ἐνγρά[ψα]ιεν, ἔνθινον κ[αὶ ἔνορκον ἦμεν. Ἀνγρά]-
ψαι δὲ καὶ τὰν συνθήκαν ἐς στάλ[αν λ]ιθίναν καὶ ἀνθέμεν ἑκατέρος ἐν τᾶι π[όλι, οἱ μὲν Λάτιοι ἐν]
τῶι ἱαρῶι τᾶς Ἐλ[ε]υθ[υί]ας, οἱ Ὀλόντιοι ἐν [τῶ]ι Ζην[ὸ]ς τῶ Ταλλαίω· θέμεν δὲ κα[ὶ ἄλλας στάλας, τὰν]
μὲν Κνωσοῖ ἐν τῶι ἱα[ρῶι τ]ῶ Ἀπ[έλλωνος] τῶ Δελ[φ]ιδίω, τὰν δὲ Λυττοῖ [ἐν τῶι]
50 ἱαρῶι τᾶς Ἀθανα[ί]ας [— — — — — — — — — —] ΩΝ τῶν δραπετικῶ[ν σωμάτων].
ὅροι τᾶς Λατίων χώρας· ἀπὸ θα[λάσσας ἂμ ποταμ]ὸν τὸν Κυμαῖον ἇι ὕδ[ωρ ῥεῖ καὶ ἐπὶ τὸς Ε— — — ἐπὶ]
τὰν Ἱππάγ[ρα]ν κἠς τὸν Βένκα[σον καὶ ἀπὸ τᾶς ἐπ]ιτολᾶς τῶ Βενκά[σ]ω [ἐκ τᾶς πέτρας περιαπ]-
πέτιξ ἐς τὰν ἄλλαν πέτρ[αν, ἇι ἁ ταινία παρατρ]έχει, καὶ τούτω κατ[ὰ τὰς κεφαλὰς(?) ἐς ἄκραν]
τὰν ἐμ Μίτοις καὶ ἐς [ὀρθὸν ἐς τὰν κεφαλὰ]ν̣ τῶ πάλαι χέρσω τὰ[ν ἐπέχονσαν ἐπὶ τὰν Ἐ]-
55 ξάκωνος ἀφ[αμίαν καὶ τούτω ἐπὶ τὰς κεφ]αλὰ[ς] τᾶν ναπᾶν <περὶ τὸς ἐρειπιῶνας μέστα ἐς τὰν κεφαλὰν> τὰν ἐπ[άνω τῶ Ἑρμᾶ καὶ περιαππ]-
έτιξ ἐπ[ὶ] τὸ ΑΝ[ΤΡΟΣΕΙΔΙΟΝ καὶ ἐς τὰν ὁδ]ὸν τὰν διὰ [Λ]άξον ἄγον̣σ̣[αν καὶ ἐπὶ τὸν θῖνον ἄρον]
καὶ ἐς τὰν κε[φαλὰν τὰν ὑπο]κάτω τῶ Γνά[φω] κ[αὶ το]ύτω ἐς τὸ πέρ[αν ἐς τὸν παχὺν λόφον]
ἐς τὰν σκοπὰ[ν καὶ τούτω] ἐπὶ τὸ ἐξέδριον τὸ κατάνω ἧ αἱ θῆκαι ἐν[τὶ καὶ ἐς τὰν κάτω ἁλικὰν]
καὶ ἐς τὰν ἄν[ω ὠίαν τᾶς] πέτρας καὶ ἐς τὸν Βοίνωπα καὶ ἐς τὰν
60 [ππασίαν καὶ ἐς τὰν ὁδὸν]
τὰν ἄγον̣[σαν ἐπὶ Ἄκιμ]ον καὶ ἐς Ἰελκέτας ἐπὶ τ[ὸς] Κωρῆτα[ς καὶ ἐς τὸν Κόλον ἇι ὕδωρ ῥεῖ καὶ ἐς Κυμνητάλλαν]
ἇι ὕδωρ ῥεῖ κ[ἠς τὰν Σορ]άσαν κἠς τὰν ὁδὸν κἠπ’ Ἐλάφω λίμνα[ν κἠς τὰν δηράδα κἠς τὸν Ἀ]-
χερδόεντα [κἠπ]ὶ Διὸ[ς ἄκρον κἠ]πὶ Δορείαν κἠς Κυρταί̣ρ̣αξον(?) [κἠπὶ τὸν καταβαθμὸν καὶ πε]-
ριαππέτις ἐ[ς τ]ὸν Σπιν[όεντα κἠς τ]ὰν Συωνίαν κ[ἠς τὸν Ἄρακα κἠς Χαμβρίτρασον ἇι]
ὕδωρ ῥεῖ ἐ[ς τ][ς] Πρινο[έσσ]α[ς κἠς] τὰν Δαττ[άλλαν κἠς τὸν περιστεριῶνα καὶ περιαππ]-
65 έτις ἇι αἱ [σ]τεφ[άναι κἠς τ][ν Δα]νάπαρξ[ον καὶ ἐς τὰν Αἴγυρον ἇι αἱ στεφάναι ἐς Παμφυρί]-
ασον κἠ[ς τ]ὰν ὁδὸν τ[ὰν δα]μοσίαν κἠς [τὸν Ἐπαθέντα(?) κατὰ ῥάχιν ἐς Συδάφνας τὰς ἄνω]
[καὶ] κατὰ ποταμὸν [ἐς Κορδωί]λαν καὶ ἀν[ράχιν ἐς Λαγινάπυτον ἐπὶ τὸ ἄντρον κἠς Καλλιόρα]-
σον ἐπὶ τὸ ἄντρον κ[ἠς Με]ταλλάπ[υτον ἐπὶ τὸν ποταμὸν κἂν τὸν ῥόον ἐπὶ τὸ Στιώτιον καὶ]
τῶδε ἀνράχιν ἐπὶ τ[ὸν Ἀ]κ̣άμαν[τα. ὅροι Λατίων πορτὶ Βολοντίος· ἀπὸ θαλάσσας ἐς Πλυμ]-
70 ῶν’ ἀρράχιν ἐπὶ τὸ ἀρ[χ]αῖον Ἀφρ[οδίσιον καὶ τούτω ὡς τῶ Δερέω θίνω τῶ τεμένιος οἱ ὅροι οἱ]
ἐς τὸν βορέαν ἔχοντες κἠς [τὰν Αἰρεπὼ κἠς τὰν Προμενήτισσαν κἠπὶ τᾶς Κολολάκκας]
τ[ὰ]ν περίβασιν κἠς Ἀρχελάρ[χαν ἐς τὰν δηράδα πὰρ τῶν πρίνων κἠς τὸν Ἀκάμαντα].
ὅρκος Λατίων· ὀμνύω τὰν Ἱστία[ν καὶ τὸν Ζῆνα τὸν Κρηταγενία καὶ τὰν Ἥραν καὶ τὸν Ζῆ]-
να τὸν Ταλλαῖον καὶ τὸν Ποσειδᾶ[ν καὶ τὰν Ἀμφιτρίταν καὶ τὸν Ἀπέλλωνα τὸν Πύ]-
75 τιον καὶ Λατὼν κἄρτεμιν καὶ Ἄρ[εα καὶ τὰν Ἀφροδίταν καὶ τὰν Ἐλευθυίαν καὶ τὰν Βριτό]-
μαρπιν καὶ Ἑρμᾶν καὶ Κωρῆτας καὶ Ν[ύμφας καὶ τὸς ἄλλος θιὸς πάντας καὶ πάσας· ἦ]
μὰν ἐγὼ τοῖς Ὀλοντίοις ἐμμε[νίω ἐν τᾶι φιλίαι καὶ συμμαχίαι καὶ ἰσοπολιτείαι]
καὶ τοῖς ὅρκοι[ς] ἐμμενίω κα[ὶ βοαθησίω ἁπλόως καὶ ἀδόλως καὶ κατὰ γᾶν καὶ κατὰ]
[θά]λασσαν· καἴ τίς κα πολε[μίων Ὀλοντίοις ἐφέρπηι ἐπὶ πόλιν ἢ ἐπὶ χώραν ἢ ἐπ’ ὠρεῖα ἢ]
80 [λι]μένας τὸς τῶν Ὀλοντίων, [οὐ προλειψίω οὔτε ἐν πολέμωι οὔτε ἐν εἰρήναι, ἀλλ’ ἐμ]-
[με]νίω ἐν τοῖς ὅρκοις τοῖς συ[γκειμένοις· δίκας τε καὶ πράξεις διδόναι καθώς]
[κα] συνθιώμεθα. εὐορκίοντ[ι μὲν ἦμεν πολλὰ καὶ ἀγαθά, ἐπιορκίοντι δὲ τὰ]
[ἐν]αντία. ὅρκος Βολοεντί[ων ὁ αὐτός].
61,B.1 ἀγαθᾶι τύχαι καὶ ἐπὶ σωτη-
ρίαι <τάδε> συνέθεντο Λάτιοι καὶ
Ὀλόντιοι κοσ[μιόντων ἐν μ]-
ὲν Λατῶι ἐπὶ τῶν Ὑλλέων τῶν
5 σὺν Πυλέρωι τῶ Τ[αλλαίω]
μηνὸς Θιοδαισίω τρια-
κάδι, ἐν δὲ Ὀλόντι ἐπὶ τῶν
[— — — τῶν] σὺν Σωφρονίχωι
τῶ Ἀρίστιος [μηνὸς Ἐ]-
10 λευσινίω [τριακά]δι. [φίλος]
καὶ συμμάχος ἀλλάλοις ὑπο-
μενῆν ἁπλόως καὶ ἀδόλως
εἰς τὸν πάντα χρόνον καὶ [τὸν]
[αὐτὸν φίλον] καὶ ἐχθρὸν ἑξῆν.
15 καἴ τίς κ’ ἐμβάλληι εἰς τὰν τῶν
Λατίων χώραν ἢ ἀποτάμνη-
ται χώρας τᾶς Λατίων ἢ φρού-
ρια <ἢ νάσος ἢ λιμένας> [Λατίων κατα]λαμβάνηται
[βοαθησῆν τὸς Ὀλοντίος] ἀπροφασίστως
20 παντὶ σθένει [τοῖς Λατίοις] πολεμί-
οντας ἀπὸ χώρας·
21a {²Die fölgenden Zeilen waren in der Kopie Molins (oder in der Inschrift) lückenhaft:}²
22/32a <ὡσαύτως δὲ καὶ εἴ τίς κα ἐς τὰν τῶν Ὀλοντί>ων χώραν <ἐμβάλληι ἢ ἀπο-
τάμνηται χώρας τᾶς Ὀλοντίων ἢ φρώρια ἢ νάσος κατα>λαμβάνηται <ἢ
λιμένας Ὀλοντίων, βοαθησῆν τὸς Λατίος> ἀπροφασίστως <παντὶ σθένει
καὶ κατὰ τὸ δυνατὸν τοῖς Ὀλοντίοις> πολεμίοντας <ἀπὸ χώρας. ἐξέστω
δὲ τῶι βωλομένωι> Λατίων <δικαιοπραγήσαντι τοῖς ἰδίοις ἐν Ὀλόντι πολι-
τεύεσθαι μετέχοντι θίνων καὶ ἀνθρωπίνων πάντων ὧν καὶ οἱ ἄλλοι Ὀλόν-
τιοι μετέχοντι, κατὰ ταὐτὰ δὲ ἐξέστω> Ὀλοντίων τῶι βωλομένωι <δικαιο-
πραγήσαντι τοῖς ἰδίοις Λατοῖ πολιτεύεσθαι> μετέχοντι θίνων καὶ ἀνθρω-
πίνων πάντων <ὧν καὶ οἱ ἄλλοι Λάτιοι μετέχοντι. ἐξαγωγὰν δὲ ἦμεν τῶι
τε Λατίωι ἐξ Ὀλόντος καὶ τῶι Ὀλοντίωι ἐγ Λατῶς, κατὰ γᾶν μὲν ἀτελές,
κατὰ θάλασσαν δὲ καταβάλλονσι τὰ τέλια κατὰ τὸς ἑκατερῆ κειμένος
νόμος, ὀμόσανσι ἐς ἰδίαν χρήιαν ἐξάγεν. αἰ δέ τι κοινᾶι στρατευόμενοι
ἕλοιμεν τῶν πολεμίων, λανχάνεν ἑκατέρος κατὰ τὸς ἕρποντας ἄνδρας. αἰ
δέ κα πολεμίωντι ἀμφότεραι πόλεις ἀπὸ χώρας, μἠξέστω μηδατέρωι σπον-
δὰς ἄγεν μήτ’ εἰρήναν τίθεσθαι, αἴ κα μὴ κοινᾶι αἱ πόλεις βωλεύσωνται.
ἐξορκιξάντων δὲ καὶ τὰν ἀγέλαν τὰν τόκ’ ἐσδυομέναν> ἐν ἑκατέραι τᾶι
πόλει <ἐπεί κ’ ἐγδράμωντι> οἱ κόσμοι ἐπ’ αὐτῶν κοσμιόντων, παριόντων
<ἐν μὲν Λατῶι Ὀλοντίων πρειγηίας, ἐν δὲ Ὀλόντι Λατίων πρειγηίας, καὶ
τὰν συνθήκαν ἀναγινωσκόντων καὶ τὸν ὅρκον τελισκόντων ἐν μὲν Λα-
τῶι> ἐν τοῖς Θιοδαισίοις, <ἐν δὲ Ὀλόντι ἐν τοῖς [— —]> παραγγελλόντων <δὲ
οἵ τε Λάτιοι τοῖς Ὀλοντίοις καὶ οἱ Ὀλόντωι τοῖς Λατίοις πρό>-
33 πεμπτον ἐπεί κα μέλλωντι ἀ-
ναγινώσκεν τ[ὰν συνθήκαν ἢ]
35 τὰς ἀγέλας ἐξορκίζεν· εἰ δέ [κα]
μὴ ἐξορκίξωντι οἱ Λάτιοι
κόσμοι ἢ μὴ παραγγήλωντι
ἐπὶ τὰν ἀνάγνωσιν τᾶς συνθή-
κας ἢ μὴ ἀναγνῶντι, ἀποτει-
40 σάντων ὁ κόσμος ἕκαστος ἀρ-
γυρίω στατῆρας ἑκατὸν τοῖς
Ὀλοντίοις· ὡσαύτως δὲ καὶ
οἱ Ὀλόντιοι εἰ μὴ κα ἐξορκίξων-
τι τὰς ἀγέλας ἢ μὴ παραγγή-
45 λωντι ἢ μὴ ἀναγνῶντι τὰν
συνθήκαν ἀποτεισάντων ὁ
κόσμος ἕκαστος ἀργυρίω στα-
τῆρας ἑκατὸν τοῖς Λατίοις.
κεί κα κόσμος ἔλθηι Λάτιος
50 εἰς Ὀλόντα ἢ Ὀλόντιος ἐς Λα-
τών, <τό τε ἡμάτιον ἀφφανῶ ἐχέτω καὶ ἑρπέτω> ἐς πρυτανήιον <καθώς>
<κα οἱ κόσμοι> ἐς <ἑορτὰν ἢ> ποππὰν ἕρ-
πωντι. αἰ δὲ πλίονες ἕρποι-
εν Λάτιοι(?) [ἐς Ὀλόντα ἢ]
55 Ὀλόντιοι ἐς Λατών, παρ’ ἕτε-
ρον ἥσθων ὁπῆ ἄγχι διω[ρισ— <— — — πρ]εισγήιας ἕρπεν. αἰ δέ τί κα ἕληται Λατίωι ἢ Βολοντίωι>
ἐπιόντων οἱ πρείγιστοι οἱ
ἐπὶ εὐνομίαις οἱ ἑκατερῆ ἐ-
ρευνίοντες καὶ ῥυθμίζον-
60 τες <καὶ κύριοι ἔστων [— — — —]> πρὸς αὐσαυτὸς καὶ
τὰ ἄλλα πάντα χρήμενοι. ἦμεν
δὲ τὰς ὁδὸς τὰς ξενικὰς θί-
νας· αἰ δέ τίς τινα ἀδική-
σηι ἐν ταύταις ταῖς ὁδοῖς.
65 ἀποτεισάτω ἑξαπλόα τὰ πρόσ-
τιμα δίκαι νικαθές. ἦμε-
ν δὲ καὶ ἐπιγαμίας ἀλλάλοις.
κύριον δ’ ἦμεν τὸν Λάτιον
ἐν Ὀλόντι ποτὶ τὸν Ὀλόντι-
70 ον καὶ τὸν Ὀλόντιον ἐν Λατῶι
ποτὶ τὸν Λάτιον καὶ πωλέ-
οντα διὰ τῶ χρεωφυλακίω καὶ ὠνε-
όμενον καὶ δανείζοντα καὶ
δανειζόμενον καὶ τὰ ἄλλα
75 πάντα συναλλάττοντα κατὰ
τὸς τᾶς πόλιος νόμος τὸς ἑκατε-
ρῆι κειμένος. ἑρπόντων δὲ
ἐς τὰς ἑορτὰς οἱ μέν Λάτιοι
ἐς Ὀλόντα ἐς τὰ [Θεο]δαίσια
80 καὶ ἐς τὰ Βριτομάρπεια, ὡσαύτως
δὲ καὶ οἱ Ὀλόντιοι [ἐς Λατὼν ἔς τε τὰ Θιοδαίσια]
<κἠς τὰ [— —] καὶ θίασον ἀγόντων· χορὸς δὲ καὶ δρομέας ἀποστελλόντων καὶ θυόντων καὶ τἄλλα κατὸ>
νομιζόμενον. εἰ δέ τί κα δό-
ξηι ταῖς πόλεσι βωλευσαμέ-
85 ναις ἐξελε͂ν ἢ ἐνγρά-
ψαι, ὅ τι μέν κ’ ἐξέλοιεν,
μήτε ἔνορκον μήτε ἔνθινον ἦμεν,
ὅ τι δὲ κ’ ἐνγραψαιεν, ἐνθινον καὶ ἐν-
ορκον εἶμεν. ἀναγράψαι δὲ
90 τὰν συνθήκαν ταύταν ἐς στάλαν λι-
θίναν κἀνθέμεν ἑκατέρος
ἐν τᾶι ἰδίαι πόλει, οἱ μὲν Λάτιοι
ἐν τῶι ἱαρῶι τᾶς Ἐλευθυίας, οἱ δὲ
Ὀλόντιοι ἐν τῶι ἱερῶι τῶ
95 Ζηνὸς τῶ Ταλλαίω. θέμεν δὲ
καὶ ἄλλας στάλας, τὰν
μὲν ἐν Κνωσῶι ἐν τῶι ἱερῶι
τῶ Ἀπόλλωνος τῶ Δελφινίω,
<τὰν δὲ Λυττοῖ ἐν τῶι ἱαρῶι
100 τᾶς Ἀθαναίας [— — — — — —]
[— — — — — — — — — — — — —]
[— —]ων τῶν δραπετικῶν
σωμάτων.
ὅροι τᾶς Λατίων χώρας·
105 ἀπὸ θαλάσσας ἀμ ποταμὸν τὸν
[Κυμαῖον] καὶ ἐπὶ τὸς Ε[․․․] ἐπὶ
τὰν Ἱππάγραν κἠς τὸν Βέγκασον
καὶ ἀπὸ τᾶς ἐπιτολᾶς τῶ Βεγ-
κάσω ἐκ τᾶς πέτρας περιαμ-
100 πέτιξ ἐς τὰν ἄλλαν πέτραν,
ἇι ἁ ταινία παρατρέχει, καὶ
τούτω <κατὰ τὰς κεφαλὰς(?) ἐς ἄκραν τὰν ἐμ Μίτοις καὶ ἐς ὀρθὸν ἐς τὰν
κεφαλὰν τῶ πάλαι χέρσω τὰν ἐπέχονσαν ἐπὶ τὰν Ἐξάκωνος ἀφαμίαν
καὶ τούτω> ἐπὶ τὰς κεφαλὰς τᾶν ναπᾶν περὶ τὸς ἐρειπιῶνας μέστα ἐς τὰν κεφαλὰν τὰν
115 ἐπάνω τῶ Ἑρμᾶ καὶ περιαμπ-
έτιξ ἐπὶ τὸ ΑΝΤΡΟ[ΣΕΙΔΙΟΝ(?)]
καὶ ἐς τὰν ὁδὸν τὰν διὰ Λά-
ξον {ΑΜΠΕΤΙΞΕΠΙΤΟΑΝΤΡΟΝ}
ἄγουσαν κἠς τὸν θῖνο-
120 ν ἄρον κἠς τὰν κεφαλὰν κάτω τῶ
Κνάφω καὶ τούτω ἐς τὸ πέ-
ραν ἐς τὸν παχὺν λόφον ἐς τὰν
σκοπὰν καὶ τούτω ἐπὶ τὸ ἐξέδρι-
ον τὸ κατάνω ἧ αἱ θῆκαι ἐντὶ
125 καὶ ἐς τὰν κάτω ἁλικὰν κἠς
τὰν ἐπάνω ὠίαν τᾶς πέτρας
κἠς τὸν Βοίνωπα κἠς τὰν Ἱπ-
πασίαν κἠς τὰν ὁδὸν τὰν ἄγου-
σαν ἐπί Ἄκιμον καὶ ἐς Ἰαλκέ-
130 τας ἐπὶ τὸς Κωρῆτας καὶ ἄν
Ἑλλῆν’(?) ἐς τὸν Κόλον ἇι ὕδωρ ῥεῖ
κἠς τὰν Κυμνητάλλαν κἠς Σο-
ράσαν κἠς τὰν ὁδὸν κἠπὶ τὰν <Ἐλάφω>
λίμναν κἠς τὰν δηράδα κἠς
135 τὸν Ἀχερδόεντα κἠπὶ Διὸς
ἄκρον κἠπὶ Δορηίαν κἠς Κυρ-
ταίραξον κἠς τὸν καταβαθ-
μὸν καὶ περιαμπέτιξ εἰς τὸν
Σπινόεντα κἠς τὰν Συωνί-
140 αν κἠς τὸν Ἄρακα κἠς Χαμβρί-
τρασον ἇι ὕδωρ ῥεῖ ἐς τὰς Πρι-
νοέσσας κἠς τὰν Δαττάλλαν
κἠς τὸν Περιστεριῶνα καὶ
περιαμπέτιξ ἇι αἱ στεφά-
145 ναι κἠς Δανάπαρξον καὶ ἐς
τὰν Αἴγυρον ἇι αἱ στεφάναι
κἠς {Δανάπαρξον καὶ ἐς} Παμφυρί-
ασον ἐς τὰν λίμναν κἠς τὰν ὁ-
δὸν τὰν δαμοσίαν κἠς τὸν
150 Ἐπαθέντα κατὰ ῥάχιν ἐς Συ-
δάφνας τὰς ἄνω καὶ κατὰ ποτα-
μὸν ἐς Κορδωίλαν καὶ ἀνρά-
χιν ἐς Λαγινάπυτον ἐπὶ τὸ
ἄντρον κἠς Καλλιόρασον ἐ-
155 πὶ τὸ ἄντρον κἠς Μεταλλάπυ-
τον ἐπὶ τὸν ποταμὸν κἂν τ-
ὸν ῥόον ἐπὶ τὸ Στιώτιον καὶ
τῶδε ἀνράχιν ἐπὶ τὸν Ἀκά-
μαντα.
160 ὅροι Λατίων ποτὶ Ὀλοντίος·
ἀπὸ θαλάσσας ἐς Πλυμῶν’ ἀνρά-
χιν ἐπὶ τὸ ἀρχαῖον Ἀφροδίσι-
ον καὶ τούτω ὡς τῶ Δερέω θίνω
τῶ τεμένεος οἱ ὅροι οἱ ἐς τὸν
165 βορέαν vvv ἔχοντες κἠς τὰν
Αἰρεπὼ κἠς τὰν Προμενήτισ-
σαν κἠπὶ τᾶς Κολολάκκας
τὰν περίβασιν κἠς Ἀρχελάρ-
χαν ἐς τὰν δηράδα πὰρ τῶν
170 πρίνων κἠς τὸν Ἀκάμαντα.
Ὀμόσαι τὸς Λατίος τοῖς Ὀλον-
τίοις καὶ τὸς Ὀλοντίος τοῖς
Λατίοις τὸν ὑπογεγραμμέ-
νον ὅρκον.
175 ὅρκος Λατίων·
ὀμνύω τὰν Ἑστίαν καὶ τὸν
Ζῆνα τὸν Κρηταγενία καὶ τὰν
Ἥραν καὶ τὸν Ζῆνα τὸν Ταλ-
λαῖον καὶ τὸν Πεσειδᾶν καὶ
180 τὰν Ἀμφιτρίταν καὶ <τὸν Ἀπέλλωνα τὸν Πύτιον καὶ> τὰν Λα-
τὼν κἄρτεμιν καὶ Ἄρεα καὶ
τὰν Ἀφροδίταν καὶ τὰν Ἐλευ-
θυίαν καὶ τὰν Βριτόμαρτιν
καὶ Ἑρμᾶν καὶ Κωρῆτας καὶ
185 Νύμφας καὶ τὸς ἄλλος θιὸς
πάντας καὶ πάσας· ἦ μὰν ἐγὼ
τοῖς Ὀλοντίοις ἐμμενίω ἐν
τᾶι φιλίαι καὶ συμμαχίαι
καὶ ἰσοπολιτείαι καὶ τοῖς
190 ὅρκοις ἐμμενίω καὶ βοαθη-
σίω ἁπλόως καὶ ἀδόλως καὶ
κατὰ γᾶν καὶ κατὰ θάλασσαν·
καὶ εἴ τίς κα πολεμίων Ὀλον-
τίοις ἐφέρπηι ἐπὶ πόλιν
195 ἢ ἐπὶ χώραν ἢ ἐπ’ ὠρεῖα ἢ λιμέ-
νας τὸς τῶν Ὀλοντίων, οὐ
προλειψίω οὔτε ἐν πολέμωι
οὔτε ἐν εἰρήναι, ἀλλ’ ἐμμενίω
ἐν τοῖς συγκειμένοις ὅρ-
200 κοις· δίκας τε καὶ πράξεις
διδόναι καθώς κα συνθιώμε-
θα. εὐορκέοντι μὲν ἦμεν πολ-
λὰ καὶ ἀγαθά, ἐφορκέοντι δὲ
τὰ ἐναντία.
205 ὅρκος Ὀλοντίων ὁ αὐτός.
ἐπὶ κόσμων <Λατοῖ> μὲν τῶν σὺν Μαι-
ναίωι τῶ Χαιρνητάδα μηνὸς
Θερμολαίω(?) δεκάται, ἐν
δὲ Ὀλόντι ἐπὶ τῶν σὺν Κρατί-
210 νωι τῶ Ἀριστωνύμω μηνὸς Ἡ-
ραίω δεκάται, ἔδοξε Λατί-
οις καὶ Ὀλοντίοις κοινᾶι
βωλευσαμένοις προσθέμεν
† πρὸς τὰν φιλίαν καὶ συμμα-
215 χίαν καὶ ἰσοπολιτείαν καὶ
πρὸς τἄλλα φιλάνθρωπα
τὰ γεγονότα ταῖς πόλεσι †
καὶ τὰν νῦν δόξαντα προσγρά-
ψαι πρὸς τὰς προϋπαρχώσας παρ’
220 αὐτοῖς στάλας, χρήσιμα ὄν-
τα καὶ συμφέροντα, ὅπως μᾶλ-
λον αὔξηται ἁ φιλία.
Search Help