[ ]
Crete, E. — Hierapytna (Hierapetra) — shortly after 205 BC — IC III iii 4
See also:
| 1 | [θ]εὸς ἀγαθ[ός]. |
| ἀγαθᾶι τύχαι καὶ ἐπὶ σωτηρίαι. ἐπὶ κόσμ[ων ἐν μὲν] | |
| Ἱεραπύτναι τῶν σὺν Ἐνίπαντι τῶ Ἑρμαίω μ̣[ηνὸς] | |
| Ἱμαλίω, ἐν δὲ Πριανσιοῖ ἐπὶ κόσμων τῶν σὺ[ν Νέωνι τῶ] | |
| 5 | Χιμάρω καί μηνὸς Δρομήιω. {²vac.}² τάδε συνέθε[ντο καὶ συνευ]- |
| δόκησαν ἀλλάλοις Ἱεραπύτνιοι καὶ Πριάνσιοι [ἐμμένον]- | |
| τες ἐν ταῖς προϋπαρχώσαις στάλαις ἰδίαι τε [τᾶι κειμέναι] | |
| Γορτυνίοις καὶ Ἱεραπ̣υτνίοις καὶ τᾶι κατὰ κοινὸν̣ [Γορτυνίοις] | |
| καὶ Ἱεραπυτνίοις καὶ Πριανσίοις καὶ ἐν τᾶι φιλίαι [καὶ συμμα]- | |
| 10 | χίαι καὶ ὅρκοις τοῖς προγεγονόσι ἐν ταύταις τ[αῖς πόλεσιν] |
| καὶ ἐπὶ τᾶι χώραι ἇι ἑκάτεροι ἔχοντες καὶ κρατόν[τες τὰν συν]- | |
| θήκαν ἔθεντο ἐς τὸν πάντα χρόνον. {²vac.}² Ἱεραπυτν̣[ίοις] | |
| καὶ Πριανσίο<ι>ς ἦμεν παρ’ ἀλλάλοις ἰσοπολιτείαν καὶ ἐπιγα- | |
| μίας καὶ ἔνκτησιν καὶ μετοχὰν καὶ θείων καὶ ἀνθρωπίνων | |
| 15 | πάντων, ὅσοι κα ἔωντι ἔμφυλοι παρ’ ἑκατέροις, καὶ πωλόν- |
| τας καὶ ὠνωμένος καὶ δανείζοντας καὶ δανειζομένος | |
| καὶ τἄλλα πάντα συναλάσσοντας κυρίος ἦμεν κατὰ | |
| τὸς ὑπάρχοντας παρ’ ἑκατέροις νόμος. {²vac.}² ἐξέστω δὲ τῶι | |
| τε Ἱεραπυτνίωι σπείρεν ἐν τᾶι Πριανσίαι καὶ τῶι Πριαν- | |
| 20 | σιεῖ ἐν τᾶι Ἱεραπυτνίαι διδῶσι τὰ τέλεα καθάπερ οἱ ἄλλοι |
| πολῖται κατὰ τὸς νόμος τὸς ἑκατερῆ κειμένος. {²vac.}² εἰ δέ τί | |
| κα ὁ Ἱεραπύτνιος ὑπέχθηται ἐς Πριανσ{ι}ὸν ἢ ὁ Πριανσιεὺς | |
| ἐς Ἱεράπυτναν ὁτιοῦν, ἀτελέα ἔστω καὶ ἐσαγομένωι καὶ | |
| ἐξαγομένωι αὐτὰ καὶ τούτων τὸς καρπὸς καὶ κατὰ γᾶν | |
| 25 | καὶ κατὰ θάλασσαν· ὧν δέ κα ἀποδῶται κατὰ θάλασσαν ἐώ- |
| σας ἐξαγωγᾶς τῶν ὑπεχθεσίμων ἀποδότω τὰ τέλεα | |
| κατὰ τὸς νόμος τὸς ἑκατερῆ κειμένος. {²vac.}² κατὰ ταὐτὰ δὲ | |
| καὶ εἴ τίς κα νέμ̣[ηι ἀτε]λὴς ἔστω· αἰ δέ κα σίνηται ἀποτεισά- | |
| τω τὰ ἐπιτίμια [ὁ] σι[νό]μενος κατὰ τὸς νόμος τὸς ἑκατερῆ κει- | |
| 30 | μένος. πρειγήια δὲ ὧ [κ]α χρείαν ἔχηι πορηίω, παρεχόντων |
| οἱ μὲν Ἱεραπύτνιοι κόσμοι τοῖς Πριανσιεῦσι, οἱ δὲ Πριανσιέ<ε>ς | |
| κόσμοι τοῖς Ἱεραπυτνίοις· αἰ δὲ μὴ παρισχαῖεν, ἀποτεισάν- | |
| των οἱ ἐπίδαμοι τῶν κόσμων τᾶι πρειγείαι στατῆρας δέκα. | |
| ὁ δὲ κόσμος ὁ τῶν Ἱεραπυτνίων ἑρπέτω ἐν Πριανσιοῖ ἐς | |
| 35 | τὸ ἀρχεῖον καὶ ἐν ἐκκλησίαι καθήσθω μετὰ τῶν κόσμων, |
| ὡσαύτως δὲ καὶ ὁ τῶν Πριανσιέων κόσμος ἑρπέτω ἐν Ἱε- | |
| ραπύτναι ἐς τὸ ἀρχεῖον καὶ ἐν ἐκκλησίαι καθήσθω μετὰ | |
| τῶν κόσμων. ἐν δὲ τοῖς Ἡραίοις καὶ ἐν ταῖς ἄλλαις ἑορταῖς | |
| οἱ παρατυγχάνοντες ἑρπόντων παρ’ ἀλλάλος ἐς ἀνδρήι- | |
| 40 | ον καθὼς καὶ οἱ ἄλλοι πολῖται. ἀναγινωσκόντων δὲ τὰν |
| στάλαν κατ’ ἐνιαυτὸν οἱ τόκ’ ἀεὶ κοσμόντες παρ’ ἑκατέ- | |
| ροις ἐν τοῖς Ὑπερβώιοις καὶ προπαραγγελόντων ἀλλά- | |
| λοις πρὸ ἁμερᾶν δέκα ἤ κα μέλλωντι ἀναγινώσκεν· | |
| ὁποῖοι δέ κα μὴ ἀναγνῶντι ἢ μὴ παραγγήλωντι ἀπο- | |
| 45 | τεισάντων οἱ αἴτιοι τούτων στατῆρας ἑκατόν, οἱ μὲν |
| Ἱεραπύτνιοι κόσμοι τῶν Πριανσιέων τᾶι πόλει, οἱ δὲ | |
| Πριανσιέες Ἱεραπυτνίων τᾶ πόλει. {²vac.}² αἰ δέ τις ἀδικοίη | |
| τὰ συνκείμενα κοινᾶι διαλύων ἢ κόσμος ἢ ἰδιώτας, ἐ- | |
| ξέστω τῶι βωλομένωι δικάξασθαι ἐπὶ τῶ κοινῶ δι- | |
| 50 | καστηρίω τίμαμα ἐπιγραψάμενον τᾶς δίκας κατὰ τὸ |
| ἀδίκημα ὅ κά τις ἀδικῆσηι· καὶ εἴ κα νικάσηι, λαβέτω τὸ | |
| τρίτον μέρος τᾶς δίκας ὁ δικαξάμενος, τὸ δὲ λοιπὸν ἔσ- | |
| τω τᾶν πόλεων. αἰ δέ τι θεῶν βωλομένων ἕλοιμεν ἀγα- | |
| θὸν ἀπὸ τῶν πολεμίων, ἢ κοινᾶι ἐξοδούσαντες ἢ ἰδίαι τι- | |
| 55 | νὲς παρ’ ἑκατέρων ἢ κατὰ γᾶν ἢ κατὰ θάλασσαν, λαν- |
| χανόντων ἑκάτεροι κατὰ τὸς ἄνδρας τὸς ἕρποντας | |
| καὶ τὰς δεκάτας λαμβανόντων ἑκάτεροι ἐς τὰν ἰδί- | |
| αν πόλιν. ὑπὲρ δὲ τῶν προγεγονότων παρ’ ἑκατέροις | |
| ἀδικημάτων ἀφ’ ὧ τὸ κοινοδίκιον ἀπέλιπε χρόνω, ποιη- | |
| 60 | σάσθων τὰν διεξαγωγὰν οἱ σὺν Ἐνίπαντι καὶ Νέωνι κό[σ]- |
| μοι ἐν ὧι κα κοινᾶι δόξηι δικαστηρίῳ ἀμφοτέραις ταῖς πό- | |
| λεσι ἐπ’ αὐτῶν κοσμόντων καὶ τὸς ἐγγύος καταστασάν- | |
| των ὑπὲρ τούτων ἀφ’ ἇς κα ἁμέρας ἁ στάλα τεθῆι ἐμ μη- | |
| νί. ὑπὲρ δὲ τῶν ὕστερον ἐγγινομένων ἀδικημάτων προ- | |
| 65 | δίκωι μέν χρήσθων καθὼς τὸ διάγραμμα ἔχει· περὶ δὲ τῶ |
| δικαστηρίω οἱ ἐπιστάμενοι κατ’ ἐνιαυτὸν παρ’ ἑκατέροις | |
| κόσμοι πόλιν στανυέσθων ἅγ κα ἀμφοτέραις ταῖς πόλεσ[ι] | |
| [δό]ξηι ἐξ ἇς τὸ ἐπικριτήριον τέλεται, καὶ ἐγγύος καθιστάν- | |
| των ἀφ’ ἇς κα ἁμέρας ἐπιστᾶντι ἐπὶ τὸ ἀρχεῖον ἐν διμήνωι, | |
| 70 | καὶ διεξαγόντων ταῦτα ἐπ’ αὐτῶν κοσμόντων κατὰ τὸ |
| δοχθὲν κοινᾶι σύμβολον· αἰ δέ κα μὴ ποιήσωντι οἱ κόσμοι κα- | |
| θὼς γέγραπται, ἀποτεισάτω ἕκαστος αὐτῶν στατῆρας | |
| πεντήκοντα, οἱ μὲν Ἱεραπύτνιοι κόσμοι Πριανσίων τᾶι πόλει, | |
| οἱ δὲ Πριάνσιοι κόσμοι Ἱεραπυτνίων τᾶι πόλει. αἰ δέ τί κα | |
| 75 | δόξηι ἀμφοτέραις ταῖς πόλεσι βωλουομέναις ἐπὶ τῶι |
| κοινᾶι συμφέροντι διορθώσασθαι, κύριον ἔστω τὸ διορ- | |
| θωθέν, στασάντων δὲ τὰς στάλας οἱ ἐνεστακότες ἑ- | |
| κατερῆι κόσμοι ἐπ’ αὐτῶν κοσμόντων, οἱ μὲν Ἱεραπύ- | |
| τνιοι ἐν τῶι ἱερῶι τᾶς Ἀθαναίας τᾶς Πολιάδος καὶ οἱ | |
| 80 | Πριάνσιοι ἐν τῶι ἱερῶι τᾶς Ἀθαναίας τᾶς Πολιάδος. |
| ὁπότεροι δέ κα μὴ στάσωντι καθὼς γέγραπται ἀπο- | |
| τεισάντων τὰ αὐτὰ πρόστιμα καθότι καὶ περὶ τῶν | |
| δικαίων γέγραπται. |