[ ] Crete, E. — Hierapytna — beg. 2nd c. BC
1 [θ]εὸς ἀγαθ[ός].
ἀγαθᾶι τύχαι καὶ ἐπὶ σωτηρίαι, ἐπὶ κόσμ[ων ἐν μὲν]
Ἱεραπύτναι τῶν σὺν Ἐνίπαντι τῶ Ἑρμαΐω μ̣[ηνὸς]
Ἱμαλίω, ἐν δὲ Πριανσιοῖ ἐπὶ κόσμων τῶν σὺ[ν Νέωνι τῶ]
5 Χιμάρω καὶ μηνὸς Δρομηίω. vac. τάδε συνέθε[ντο καὶ συνευ]-
δόκησαν ἀλλάλοις Ἱεραπύτνιοι καὶ Πριάνσιοι [ἐμμένον]-
τες ἐν ταῖς προϋπαρχώσαις στάλαις ἰδίαι τε [τᾶι κειμέναι]
Γορτυνίοις καὶ Ἱεραπυτνίοις καὶ τᾶι κατὰ κοινὸν̣ [Γορτυνίοις]
καὶ Ἱεραπυτνίοις καὶ Πριανσίοις καὶ ἐν τᾶι φιλίαι [καὶ συμμα]-
10 χίαι καὶ ὅρκοις τοῖς προγεγονόσι ἐν ταύταις τ[αῖς πόλεσι]
καὶ ἐπὶ τᾶι χώραι ἇι ἑκάτεροι ἔχοντες καὶ κρατόν[τες τὰν συν]-
θήκαν ἔθεντο ἐς τὸν πάντα χρόνον. vac. Ἱεραπυτν̣[ίοις]
καὶ Πριανσίο<ι>ς ἦμεν παρ’ ἀλλάλοις ἰσοπολιτείαν καὶ ἐπιγα-
μίας καὶ ἔνκτησιν καὶ μετοχὰν καὶ θείων καὶ ἀνθρωπίνων
15 πάντων, ὅσοι κα ἔωντι ἔμφυλοι παρ’ ἑκατέροις, καὶ πωλόν-
τας καὶ ὠνωμένος καὶ δανείζοντας καὶ δανειζομένος
καὶ τἆλλα πάντα συναλλάσσοντας κυρίος ἦμεν κατὰ
τὸς ὑπάρχοντας παρ’ ἑκατέροις νόμος. vac. ἐξέστω δὲ τῶι
τε Ἱεραπυτνίωι σπείρεν ἐν τᾶι Πριανσίαι καὶ τῶι Πριαν-
20 σιεῖ ἐν τᾶι Ἱεραπυτνίαι διδῶσι τὰ τέλεα καθάπερ οἱ ἄλλοι
πολῖται κατὰ τὸς νόμος τὸς ἑκατέρη κειμένος. vac. εἰ δέ τί
κα ὁ Ἱεραπύτνιος ὑπέχθηται ἐς Πρίανσ{ι}ον {²⁶Πρίανσον}²⁶ ἢ ὁ Πριανσιεὺς
ἐς Ἱεράπυτναν ὁτιοῦν, ἀτελέα ἔστω καὶ ἐσαγομένωι καὶ
ἐξαγομένωι αὐτὰ καὶ τούτων τὸς καρπὸς καὶ κατὰ γᾶν
25 καὶ κατὰ θάλασσαν· ὧν δέ κα ἀποδῶται κατὰ θάλασσαν ἐώ-
σας ἐξαγωγᾶς τῶν ὑπεχθεσίμων ἀποδότω τὰ τέλεα
κατὰ τὸς νόμος τὸς ἑκατέρη κειμένος. vac. κατὰ ταὐτὰ δὲ
καὶ εἴ τίς κα νέμ̣[ηι ἀτε]λὴς ἔστω· αἰ δέ κα σίνηται ἀποτεισά-
τω τὰ ἐπιτίμια [ὁ] σι[νό]μενος κατὰ τὸς νόμος τὸς ἑκατέρη κει-
30 μένος. πρειγήια δὲ ὧ [κ]α χρείαν ἔχηι πορηίω παρεχόντων
οἱ μὲν Ἱεραπύτνιοι κόσμοι τοῖς Πριανσεῦσι, οἱ δὲ Πριανσιέ<ε>ς
κόσμοι τοῖς Ἱεραπυτνίοις· αἰ δὲ μὴ παρίσχαιεν, ἀποτεισάν-
των οἱ ἐπίδαμοι τῶν κόσμων τᾶι πρειγείαι στατῆρας δέκα.
ὁ δὲ κόσμος ὁ τῶν Ἱεραπυτνίων ἑρπέτω ἐν Πριανσιοῖ ἐς
35 τὸ ἀρχεῖον καὶ ἐν ἐκκλησίαι καθήσθω μετὰ τῶν κόσμων,
ὡσαύτως δὲ καὶ ὁ τῶν Πριανσιέων κόσμος ἑρπέτω ἐν Ἱε-
ραπύτναι ἐς τὸ ἀρχεῖον καὶ ἐν ἐκκλησίαι καθήσθω μετὰ
τῶν κόσμων. ἐν δὲ τοῖς Ἡραίοις καὶ ἐν ταῖς ἄλλαις ἑορταῖς
οἱ παρατυγχάνοντες ἑρπόντων παρ’ ἀλλάλος ἐς ἀνδρήι-
40 ον καθὼς καὶ οἱ ἄλλοι πολῖται. ἀναγινωσκόντων δὲ τὰν
στάλαν κατ’ ἐνιαυτὸν οἱ τόκ’ ἀεὶ κοσμόντες παρ’ ἑκατέ-
ροις ἐν τοῖς Ὑπερβώιοις καὶ προπαραγγελόντων ἀλλά-
λοις πρὸ ἁμερᾶν δέκα ἤ κα μέλλωντι ἀναγινώσκεν.
ὁποῖοι δέ κα μὴ ἀναγνῶντι ἢ μὴ παραγγήλωντι ἀπο-
45 τεισάντων οἱ αἴτιοι τούτων στατῆρας ἑκατόν, οἱ μὲν
Ἱεραπύτνιοι κόσμοι τῶν Πριανσιέων τᾶι πόλει, οἱ δὲ
Πριανσιέες Ἱεραπυτνίων τᾶι πόλει. vac. αἰ δέ τις ἀδικοίη
τὰ συνκείμενα κοινᾶι διαλύων ἢ κόσμος ἢ ἰδιώτας, ἐ-
ξέστω τῶι βωλομένωι δικάξασθαι ἐπὶ τῶ κοινῶ δι-
50 καστηρίω τίμαμα ἐπιγραψάμενον τᾶς δίκας κατὰ τὸ
ἀδίκημα ὅ κά τις ἀδικήσηι· καὶ εἴ κα νικάσηι, λαβέτω τὸ
τρίτον μέρος τᾶς δίκας ὁ δικαξάμενος, τὸ δὲ λοιπὸν ἔσ-
τω τᾶν πόλεων. αἰ δέ τι θεῶν βωλομένων ἕλοιμεν ἀγα-
θὸν ἀπὸ τῶν πολεμίων, ἢ κοινᾶι ἐξοδούσαντες ἢ ἰδίαι τι-
55 νὲς παρ’ ἑκατέρων ἢ κατὰ γᾶν ἢ κατὰ θάλασσαν, λαν-
χανόντων ἑκάτεροι κατὰ τὸς ἄνδρας τὸς ἕρποντας
καὶ τὰς δεκάτας λαμβανόντων ἑκάτεροι ἐς τὰν ἰδί-
αν πόλιν. ὑπὲρ δὲ τῶν προγεγονότων παρ’ ἑκατέροις
ἀδικημάτων ἀφ’ ὧ τὸ κοινοδίκιον ἀπέλιπε χρόνω, ποιη-
60 σάσθων τὰν διεξαγωγὰν οἱ σὺν Ἐνίπαντι καὶ Νέωνι κό[σ]-
μοι ἐν ὧι κα κοινᾶι δόξηι δικαστηρίῳ ἀμφοτέραις ταῖς πό-
λεσι ἐπ’ αὐτῶν κοσμόντων καὶ τὸς ἐγγύος καταστασάν-
των ὑπὲρ τούτων ἀφ’ ἇς κα ἁμέρας ἁ στάλα τεθῆι ἐμ μη-
νί. ὑπὲρ δὲ τῶν ὕστερον ἐγγινομένων ἀδικημάτων προ-
65 δίκωι μὲν χρήσθων καθὼς τὸ διάγραμμα ἔχει· περὶ δὲ τῶ
δικαστηρίω οἱ ἐπιστάμενοι κατ’ ἐνιαυτὸν παρ’ ἑκατέροις
κόσμοι πόλιν στανυέσθων ἅγ κα ἀμφοτέραις ταῖς πόλεσ[ι]
[δό]ξηι ἐξ ἇς τὸ ἐπικριτήριον τέλεται, καὶ ἐγγύος καθιστάν-
των ἀφ’ ἇς κα ἁμέρας ἐπιστᾶντι ἐπὶ τὸ ἀρχεῖον ἐν διμήνωι,
70 καὶ διεξαγόντων ταῦτα ἐπ’ αὐτῶν κοσμόντων κατὰ τὸ
δοχθὲν κοινᾶι σύμβολον. αἰ δέ κα μὴ ποιήσωντι οἱ κόσμοι κα-
θὼς γέγραπται, ἀποτεισάτω ἕκαστος αὐτῶν στατῆρας
πεντήκοντα, οἱ μὲν Ἱεραπύτνιοι κόσμοι Πριανσίων τᾶι πόλει,
οἱ δὲ Πριάνσιοι κόσμοι Ἱεραπυτνίων τᾶι πόλει. αἰ δέ τί κα
75 δόξηι ἀμφοτέραις ταῖς πόλεσι βωλουομέναις ἐπὶ τῶι
κοινᾶι συμφέροντι διορθώσασθαι, κύριον ἔστω τὸ διορ-
θωθέν. στασάντων δὲ τὰς στάλας οἱ ἐνεστακότες ἑ-
κατέρηι κόσμοι ἐπ’ αὐτῶν κοσμόντων, οἱ μὲν Ἱεραπύ-
τνιοι ἐν τῶι ἱερῶι τᾶς Ἀθαναίας τᾶς Πολιάδος καὶ οἱ
80 Πριάνσιοι ἐν τῶι ἱερῶι τᾶς Ἀθαναίας τᾶς Πολιάδος.
ὁπότεροι δέ κα μὴ στάσωντι καθὼς γέγραπται ἀπο-
τεισάντων τὰ αὐτὰ πρόστιμα καθότι καὶ περὶ τῶν
δικαίων γέγραπται.
Search Help