BCH 62 (1938) 389,1 BCH 62 (1938) 395,2
[ ] Crete, Ctr. — Lato & Olous: Sta Lenika — BCH 62.1938.389,1
1            θιοί.
ἀ̣γαθᾶι τύχαι. ἐπὶ τῶν Συνανέων
κ̣οσμιόντων, ἁ πόλις τῶν ναῶν ἐπωικοδό-
μησε τὸ ὕψος ἄχρι ἐπὶ τὰν ὀροφὰν, δόμος
5 δέκα δύο, καὶ τὰν παστάδα, καὶ τὰς ὀροφὰς
ἐπέθηκε, καὶ τὰς θύρας καὶ τὸν κέραμον, καὶ
ἐκγάνωσε τὸς ναός. ἐκόσμιον δέ·
Χαρισθένης Κοστύλω, Νεμονήιος Λύδω,
Πυρίας Σαραπίωνος, Κύπελος Ἰσχόλα,
10 Μναστοκλῆς Λαττύγω, Ἀγάκλυτος Στασαγόρα,
Δόρκος Βουλία· γραμματεὺς Λίθος Κοστύλω.
Search Help
Contact Us