[ ]
Crete, Ctr. — Gortyna — 3rd c. AD
| 1 | Τ(ίτον) Φλ(αούιον) Ἰούλιον Βολούμνιον |
| Σαβεῖνον, τὸν ἀρχιερέα τοῦ | |
| κοινοῦ τῶν Κρητῶν τὸ βʹ, | |
| μόνον Κρητῶν ἔχοντα κατὰ θείαν | |
| 5 | μεγαλοδωρίαν θεατροκυνηγεσίων |
| ἡμέρας τρεῖς ἐν αἷς ἀποσφάξαι θηρία | |
| ὅσα αὐτὸς ἐβούλετο, σιδηροκόντρων δὲ | |
| ἡμέρας κατὰ τὸ ἑξῆς τρεῖς ὧν ἐν ἑκάστῃ | |
| ζεύγη ἀπότομα δύο καὶ θηρία σφακτά, | |
| 10 | τὰς δὲ τῶν μονομαχιῶν ἡμέρας τέσσαρας |
| ὧν ἐν ἑκάστῃ ζεύγη ἀπότομα τέσσαρα, | |
| τὰ δὲ ὑπόλοιπα ζεύγη τῷ ὀξεῖ σιδή[ρ]ῳ, | |
| τὸν οὕτω φιλοτειμησάμενον μόνον Κρητῶν, | |
| Αὐρ(ήλιος) Ἰουλιανός, Κλ(αύδιος) Νείκανδρος, Κλ(αύδιος) Πτολεμαῖος, | |
| 15 | Αὐρ(ήλιος) Ἑρμῆς τὸν ἀσύνκριτον φίλον καὶ εὐεργέτην. |