[ ] Crete, Ctr. — Gortyna — 3rd c. AD
1 Τ(ίτον) Φλ(αούιον) Ἰούλιον Βολούμνιον
Σαβεῖνον, τὸν ἀρχιερέα τοῦ
  κοινοῦ τῶν Κρητῶν τὸ βʹ,
μόνον Κρητῶν ἔχοντα κατὰ θείαν
5 μεγαλοδωρίαν θεατροκυνηγεσίων
ἡμέρας τρεῖς ἐν αἷς ἀποσφάξαι θηρία
ὅσα αὐτὸς ἐβούλετο, σιδηροκόντρων δὲ
ἡμέρας κατὰ τὸ ἑξῆς τρεῖς ὧν ἐν ἑκάστῃ
ζεύγη ἀπότομα δύο καὶ θηρία σφακτά,
10 τὰς δὲ τῶν μονομαχιῶν ἡμέρας τέσσαρας
ὧν ἐν ἑκάστῃ ζεύγη ἀπότομα τέσσαρα,
τὰ δὲ ὑπόλοιπα ζεύγη τῷ ὀξεῖ σιδή[ρ]ῳ,
τὸν οὕτω φιλοτειμησάμενον μόνον Κρητῶν,
Αὐρ(ήλιος) Ἰουλιανός, Κλ(αύδιος) Νείκανδρος, Κλ(αύδιος) Πτολεμαῖος,
15 Αὐρ(ήλιος) Ἑρμῆς τὸν ἀσύνκριτον φίλον καὶ εὐεργέτην.
Search Help
Contact Us