| block a.1 | [ἀγαθ]ᾶ̣ι̣ τ̣ύ̣χαι. ἐπὶ τῶν Αἰθελέων Γόρτυνι κορμιόντων |
| τῶν σὺν Ἐρταίωι τῶ Ἀμνάτω ὅκα τὸ τέταρτον μηνὸς | |
| Ϝευχανίω, vac. ἐν δέ Καυδοῖ ἐπὶ τῶν σὺν Ὀφελάνδρωι τῶι | |
| Πόρτωνος. τάδε ἐπεχώρησαν οἱ Γορτύνιοι τοῖς τὰν Κα[ῦ]- | |
| 5 | δον ϝοικίονσι· ἐλευθέρονς καὶ αὐτονόμονς καὶ αὐτοδί- |
| κονς τὰ πορτὶ ψεαυτὸνς ϝοικῆν, μένονσι ἐν τᾶι κατασ<τάσ>ι ἇι | |
| οἱ Γορτύνιοι κατέστασαν χἠπομένονς κἠμ πολέμωι χἰρήν[αι] | |
| τοῖς Γορτυνίοις χρημένονς νόμοις τοῖς ἰδίοις· φέρεν δὲ τὸνς | |
| ἐν Καυδοῖ ϝοικίοντανς τῶν γιννομένων πάντων ἐν τᾶι χώραι | |
| 10 | δεκάταν καθὼς οἱ Γορτύνιοι, πλὰν θνατῶν καὶ τῶν λιμένων τᾶς |
| προσόδω καὶ λαχάνων· ταῦτα δ’ αὐτοὶ ἐχόντων. vac. ἁλῶν δὲ δι- | |
| δ̣όντων χιλιάδας πέντε κατ’ ἐνιαυτόν, παλλαμβανέτω δὲ ὁ | |
| πρείγιστος καὶ οἱ ὦροι τὰς πέντε χιλιάδανς ἐς τᾶν ἁλᾶν, καὶ αἰ | |
| μέ[ν κ]α λείωντι διακομιττόντων οἱ τὰν Καῦδον ϝοικίοντες ἐφ’ ἡ- | |
| 15 | μίναι, αἰ δὲ μὴ λείοιεν ἐξαρτυόνθων αὐτοὶ οἱ Γορτύνιοι. διδόν- |
| των δὲ καὶ ἀρκεύθων ϝεδίμνονς διακατίονς ᾗ κ’ ἦι φο- | |
| ρά, ᾗ [δέ] κα μὴ ἦι φορὰ ϝεξήκοντα, περὶ δὲ τᾶς κομιδᾶς ἔσ[τω] | |
| [κ]αθ̣[ὼ]ς τῶν ἁλ〚λ〛ῶν {²⁶ἁλῶν}²⁶ ἤγρατται. vac. ὅ τι δέ κ’ ἐσπέτηι ἐς τᾶν χω̣- | |
| [ρᾶν ἢ] θαλάθθας ἦμεν τῶι Ἀπέλλωνι τῶ[ι Πυτ]ίωι τὰν δεκ[άταν]. | |
| {²complures versus desunt}² | |
| block b.20 | [α]ἰ δέ κα μὴ ἐσκαλέσωνται ․[— — — — — — — — — — ἐν] |
| δὲ Γόρτυνι ἐπὶ τοῖς ἑκατὸν χ[— — — — — — — — Γορτυνί]- | |
| οις καὶ τοῖς ἐν Καυδοῖ ϝοικίον[σι· αἰ δέ τί κα δόξηι τῶν ἐ]- | |
| πωμοσμένων ἢ ἐξελὲν ἢ ἐν[θέμεν — — — — — — — — — —] | |
| καὶ πειθθίωντι, ἃ μέν κα ἐνθίω[μεν ἔνορκα καὶ ἔνθινα ἦμεν, ἃ] | |
| 25 | δέ κα ἐξέλωμεν, ταῦτα μ[ήτε ἔνορκα μήτε ἔνθινα ἦμεν ․․․․] |
| σ[․․] ἦμεν τας χώρας κα[— — — — — — — — — — — — — — —] | |
| ρος ἐλλίπηι ἀναιλῆθθ[αι — — — — — — — — — — — — — — —] | |
| τὰνστάλας Γορτυ[ν— — — — — — — — — — — — — — — — —] | |
| vacat |
IC IV
184