| 1 | Γορτυνίων οἱ κόσμοι καὶ ἁ πόλις Κώιων τᾶι βωλᾶι κα[ὶ τ]- |
| ῶι δάμωι χαίρειν· ἐπειδὴ Ἑρμίας Ἐμμενίδα, χε̣[ιρο]- | |
| τονηθὲνς ὑφ’ ὑμίων καὶ ἀποστευθὲνς παρ’ ἁμὲ ἰα- | |
| τρός, ἀξίως πεπόηται τὰν παρ’ ἁμῖν ἐπιδαμίαν | |
| 5 | ὑμίων τε τῶν ἀποστειλάντων καὶ αὐτοσαυτῶ, ἔ- |
| τι δὲ καὶ ἁμίων τῶν δόντων ὑμῖν τὰν ἐπιτροπὰν | |
| τᾶς αἱρέσιος τῶ ἰατρῶ, ἀνέγκλητος ἰὼν ἐμ πᾶσι τ- | |
| ὰν ἐπιδαμίαν πεποίηται ἔτια πέντε ἐπιμελόμ- | |
| ενός τε τῶν πολιτᾶν καὶ τῶν ἄλλων τῶν κατοικιό- | |
| 10 | ντων Γόρτυνι φιλοτιμίως τε καὶ ἐντενίως κατὰ τὰ- |
| ν τέχναν καὶ τὰν ἄλλαν ἐπιμέλειαν πολλὸνς ἔ- | |
| σωσε ἐς μεγάλων κινδύνων οὐδὲν ἐλλείπω- | |
| ν προθυμίας, συμμάχων τε ἁμῖν πολλῶν παραγε- | |
| γονότων καθ’ ὃν καιρὸν ἐπολεμίομεν καὶ τούτων | |
| 15 | τὰν αὐτὰν ἐπιμέλειαν ἐποιήσατο καὶ ἔσωσε ἐς |
| μεγάλων κινδύνων βωλόμενος εὐχαριστῆν τᾶ- | |
| ι ἁμᾶι πόλει, ἐπεὶ δὲ ἐπευθὼν ἐπὶ τὰν ἐσκλησίαν | |
| ἀξίωσε ἁμὲ ἀφέμεν αὐτὸν ἐς τὰν ἰδίαν, ἐπεχω- | |
| [ρ]ήσαμεν συναπεστήλαμέν τε τῶν πολιτᾶν | |
| 20 | [α]ὐτῷ Σόαρχον καὶ Κύδαντα, βωλόμενοι αὐτῷ εὐ- |
| [χαρι]στῆν, ἔδοξέ τε ἁμῖν ἐπαινέσαι Ἑρμίαν ἀρε- | |
| [τᾶς ἕ]ν̣εκα καὶ εὐνοίας τᾶς ἐς τὰν πόλιν, ἐπαινέ- | |
| [σαι δὲ καὶ] Κ̣[ώ]ι̣ονς ὅτι καὶ ἰατρὸν ἀγαθὸν καὶ {ι} ἄνδρα ἀξ[ι]- | |
| [όλογον ἁμῖν ἀπέ]στηλαν· ἇι δὲ καὶ πάντες γινώσκ̣- | |
| 25 | [ωντι ὅτι ἐπιστάμ]ε̣[θ]α χάριτας ἀποδιδόμεν, ἔδοξ[ε] |
| [ἁμῖν καὶ πολιτείαν δ]ό̣μεν α[ὐ]τῶι καὶ ἐκγόνοις | |
| [— — — — — — — — — — — — — — — — — — —] |
IC IV
168*