[ ] Crete, Ctr. — Gortyna [Ion., Miletos] — mid-3rd c. BC — McC. Mil. 58
1                                  Γορτυνίων.
ἐάν τις Μιλησίων ἐγ Γόρτυνι ἢ Γορτυνίων ἐμ Μιλήτωι
ἐφάπτηται σώματος ἢ δούλου ἢ ἐλευθέρου, ἂμ μὲν ἀνά-
γηι ὁ ἔχων πράτορι ἀξιόχρεωι ἢ εἰς πόλιν ἔνδικον, ἀποδοὺς̣
5 τὴν τιμὴν τὴν ἀρχα[ί]αν, ἀποδότω τὸ σῶμα ὁ ἐφαψάμε-
νος· ἂν δὲ μὴ ἀνάγηι, ἀποδότω τὸ σῶμα ὁ ἔχων τῶι ἐφαψα-
μένωι αὐθημερόν. ἂν δέ τι ἀντιλέγηται περὶ τοῦ σώμα-
τος περὶ οὗτινος, κρίνειν ἐμ Μιλήτωι μὲν τοὺς τοῦ ἐμπορίου
ἐπιμελητὰς πένθ’ ἡμερῶν, ἐγ Γόρτυνι δὲ τοὺς κόσμους ἡ-
10 μερῶν πέντε. τῶν δὲ δικασθέντων τὰς πράξεις εἶναι ἐμ̣
Μιλήτωι μὲν κατὰ τὸν νόμον τὸν ἐμπορικόν, ἐγ Γόρτυνι δ[ὲ]
κατὰ τὸν νόμον τὸν προξενικόν. κατὰ τὰ αὐτὰ Λύκτιοι,
Ἀρκάδες, Ἀριαῖοι, Ὑρταῖοι.
Search Help
Contact Us