[ ]
Crete, Ctr. — Gortyna [Ion., Miletos] — mid-3rd c. BC — McC. Mil. 58
| 1 | Γορτυνίων. |
| ἐάν τις Μιλησίων ἐγ Γόρτυνι ἢ Γορτυνίων ἐμ Μιλήτωι | |
| ἐφάπτηται σώματος ἢ δούλου ἢ ἐλευθέρου, ἂμ μὲν ἀνά- | |
| γηι ὁ ἔχων πράτορι ἀξιόχρεωι ἢ εἰς πόλιν ἔνδικον, ἀποδοὺς̣ | |
| 5 | τὴν τιμὴν τὴν ἀρχα[ί]αν, ἀποδότω τὸ σῶμα ὁ ἐφαψάμε- |
| νος· ἂν δὲ μὴ ἀνάγηι, ἀποδότω τὸ σῶμα ὁ ἔχων τῶι ἐφαψα- | |
| μένωι αὐθημερόν. ἂν δέ τι ἀντιλέγηται περὶ τοῦ σώμα- | |
| τος περὶ οὗτινος, κρίνειν ἐμ Μιλήτωι μὲν τοὺς τοῦ ἐμπορίου | |
| ἐπιμελητὰς πένθ’ ἡμερῶν, ἐγ Γόρτυνι δὲ τοὺς κόσμους ἡ- | |
| 10 | μερῶν πέντε. τῶν δὲ δικασθέντων τὰς πράξεις εἶναι ἐμ̣ |
| Μιλήτωι μὲν κατὰ τὸν νόμον τὸν ἐμπορικόν, ἐγ Γόρτυνι δ[ὲ] | |
| κατὰ τὸν νόμον τὸν προξενικόν. κατὰ τὰ αὐτὰ Λύκτιοι, | |
| Ἀρκάδες, Ἀριαῖοι, Ὑρταῖοι. |