[ ] Crete, Ctr. — Gortyna — boustr. — beg. 5th c. BC
col. A [— — — — — — — — — — — —]
1 ․․․ κατακείμενος. αἰ κ’ ἀδική-
σει δο͂λος ἢ δόˉλα, ὄτι μέν κ[α κα]-
[τα]θ̣εμένοˉ κελομένοˉ ἀμάρτη-
ι το͂ι καταθεμένοˉι τὰν δίκαν
5 ἤμην, ὄτι δὲ κ’ αὐτὸς πρὸ ϝιαυτ-
ο͂ το͂ι ἀρκαίοˉι πάσται τὰν δίκ-
αν ἤμην το͂ι δὲ καταθεμένοˉι μ-
ή. αἰ δέ κα νικαθῆι ὀ καθένς, ἀπ-
οδότοˉ το͂ι καταθεμένοˉι ὄτι κ’
10 ὀπήληι. ❦ αἰ δέ κα τὸν κατακεί-
μενον ἀδικήσει ἄλλος, αἰ μὲν
κ’ ἀνπότεροι μοˉλίοντες νικά-
σοντι, τὰν ἠμίναν ϝεκάτερο-
ς ἐκσίοντι· αἰ δέ κ’ ὀ ἄτερος μ-
15 ὴ λῆι, ὀ ἄτερος μοˉλίοˉν αἴ κα νι-
κάσει αὐτὸς ἐκσεῖ. αἰ δέ κ’ ἀ-
πόληται ὀ κατακείμενος, δικ-
ακσάτοˉ ὀμόσαι τὸν καταθέμε-
νον μήτ’ αὐτὸν αἴτιον ἔˉμην μήτ-
20 ε σὺν ἄλλοˉι, μήτ’ ἐπ’ ἄλλοˉι ϝισάμη-
ν. αἰ δέ κ’ ἀποθάνηι, δεικσάτοˉ
col. B.22 ἀντὶ μαιτύροˉν δυο͂ν.
αἰ δέ κα μὴ ὀμόσει ἆι ἔ-
γραται ἢ μὴ δείκσει, τ-
25 ὰν ἀπλόον τιμὰν κατα-
στασεῖ. αἰ δὲ κ’ αὐτὸν αἰ-
τιῆται ναὶ ἀποδόθαι ἢ
ἀποκρύπσαι, αἴ κα νικ-
αθεῖ, τὰν ἀπλόον τ-
30 ιμὰν διππλεῖ κατα-
στασεῖ. αἰ δέ κα ναεύ-
ηι, ἐμπανία δεικσάτ-
οˉ.
Search Help