[ ] Crete, E. — Praisos — beg. 3rd c. BC
A.1                τύχα ἀγαθά.
ἔδο[ξε] τῶι κόσμωι καὶ τᾶι πόλι τᾶι Πραισίων
ἐπὶ ․․ιδίου πρωτοκόσμου καὶ τῶν ἄλλων συνκόσ-
μων· ἐπὶ τοῖσδε ἔδωκαν Πραίσιοι Σταλίταις τὰν̣ χ-
5 ώ̣ρ̣α̣ν καὶ τὰν πόλιν καὶ νάσους τὰς καὶ νῦν ἔχον-
[τι κ]αὶ ἐλλιμενίου καὶ πορφύρας καὶ ἰχθύων δεκά-
[τα]ς, τούτων πάντων τὸ ἥμισσον, ἰχθύωμ μὲν καθάπε[ρ]
[κ]α̣ὶ πρότερον. ταῦτα δὲ ἔδωκαν εἰς τὸν ἅπαντα χρό-
[νο]ν̣ ἀσφαλέως [κ]α̣ὶ β̣[εβ]α̣ίως καὶ αὐτοῖς καὶ ἐκγόνοις.
10 [ἑκ]ά̣στου δὲ ἔτεο̣[ς ὁ] κόσμος ὁ αἱρεθεὶς ὑπὸ τᾶς πό-
[λιο]ς τᾶς Πραισίων· αἱρεθέντος δὲ τοῦ κόσμο[υ]
[ὀμοσά]τω Σταλίταις ὁ κόσμος καὶ ἄλλοι δώδεκ̣α̣
[πολῖτ]α̣ι̣ Πραισίων. ὁ δὲ κόσμος ὁ Πραισίων ὀμοσά̣-
[τω ἑκάστ]ο̣υ̣ ἔτεος μηνὸς Διονυσίου τόνδε τὸν ὅ[ρ]-
15 [κον ὑπ]ὲ̣ρ̣ τᾶς αὐτοῦ ἀρχᾶς Σταλίταις· ὀμνύω Δῆ̣-
[να Δικταῖον, Ποσ]ειδῶνα, Ἀθάναν, Ἀπόλλωνα Πύθι̣-
[ον, θεοὺς πάντ]α̣ς̣ καὶ πάσας· εὐνοησῶ Σταλίταις
[καὶ τὰν χώραν κα]ὶ τὰν πόλιν καὶ τὰν θάλασσα[ν]
[καὶ τὰς νάσους Στα]λίταις ἐάσομεν ἔχειν ἀ[σ]-
20 [φαλέως εἰς τὸν ἅπαντ]α χρόνον, καὶ οὔτε αὐτοῖς
[ἀφαιρησόμεθα, αἴ τέ κα ἄλ]λ̣ος τις ἀφαιρῆται [— —]
[— — — — — — — — — οὐκ ἐπι]τρέψομεν κατὰ δύ[να]-
[μιν τὰν ἁμάν. εἴη δὲ ἁμῖ]ν̣ εὐορκοῦσι μὲν [καὶ αὐ]-
[τοῖς καὶ ἐκγόνοις καὶ τοῖς] ἁ̣μ̣οῖς χ̣[ρήμασι]
25 [καλῶς — — — — — — — — — — — — — — —]
face B.1 [— — —]βωη[— — — — — — — — — — — — — — — — — —]
[— — —]αν καὶ [— — — — — — — — — —]νδ[— — — — —]
[— —]ιταχθῶ, πᾶσαν προθυ[μίαν παρεχό]μεν[ο]ς κα[ὶ τὸν]
[ὅρκο]ν τόνδε, ὥσπερ ἐγὼ σ[υνώμοσα αὐτός], καὶ τ[οὺς]
5 [ἄλλο]υς πολίτας ἐξορκιῶ, τοὺ[ς ἐν]δάμο̣υ̣[ς μὲν — — —]
[— —] τοὺς δ’ ἀποδάμους ἇι κ’ ἔλθωντι [τᾶ]ς ἁ[μέρας. εἴη]
[δ’ εὐορ]κοῦντι μέμ μοι καὶ αὐτῶι [κ]αὶ ἐ̣κ̣[γόνοις καὶ χρή]-
[μα]σ̣ι̣ τοῖς ἐμοῖς καλῶς· εἰ δὲ ἐπιο[ρκέο]ιμ[ι ἀπ]ολήσει[ν]
[καὶ αὐ]τὸς καὶ γένος τὸ ἐμόν. ὑπηρετεῖ[ν] δὲ Σ̣[τα]λίτας [τᾶι]
10 [πόλ]ε̣ι̣ τᾶι Πραισίων κατὰ τάδε· ὅσα μὲν κατὰ Κρήταν τὰ̣[ν]
νοτίαν θάλασσαν πλεύσονται Σταλῖται παρεχόμ[ε]-
νοι τὰ ἐπιτάδεια ἑαυτοῖς· ἐὰν δὲ δεῖ ἔξω Κρήτας [π]-
λεῖν, ὅσα μὲν εἰς Δελφοὺς καὶ Ὀλυμπίαν πλεύσοντ[αι]
Σηταῆται μετὰ Σταλιτᾶν, παρεχόμενοι τὰ ἐπιτάδ[ε]-
15 [ι]α καὶ μισθοὺς παρ’ αὐτοὶ αὐτῶμ· πλεῖν δὲ τὰ ἔξω [Κρή]-
τας κατὰ τὰ μέρη τᾶν χωρᾶν Σηταήτας καὶ Στα-
λίτας· ἐὰν δέ που ἄλλαι προστάξηι ὁ κόσμος ὁ Πρα[ι]-
σίων ὁποτέραι <ὦ>ν τ<ᾶ>μ πόλεων οὗτοι πλεόντ[ω — —]
[— —] σωθέντων δὲ ὁ κόσμος ὁ Πραισίων πράξαν-
20 τες τοὺς μισθοὺς παρ[ὰ] τῶν μὴ πλευσάντων
[ἀ]ποδόντω τοῖς πλεύσασι δραχμὰν ἑκάστωι τ[ὰ]-
[ν] ἁμέραν κατὰ τὰ μέρη τᾶν χωρᾶν ἐφ’ ἑκατερα[— —]
[— — — — — —] ὑπηρετήσοντι δὲ Σταλῖται καὶ γ[— —]
[— — — — — — —] Κρήτας κα[ὶ ἐ]ὰ̣ν̣ δεῖ κατίμεν α[— —]
25 [— — — — — — — —] π[α]ρέξον[τι] τὰ ἐπιτάδει[α — —]
[— — — — — — — — — — — — — — — — — — — — — —]
Search Help