[ ] Crete, E. — Itanos — beg. 3rd c. BC
See also:
1 [θε]ὸς ἀγαθός.
[τά]δ̣ε ὤμοσαν τοὶ Ἰτάνιοι πά[ν]-
[τες] Δία Δικταῖον καὶ Ἥραν καὶ θ-
[εο]ὺς τοὺς ἐν Δίκται καὶ Ἀθαν-
5 [α]ίαν Πολιάδα καὶ θεοὺς ὅσσο[ι]-
[ς] ἐν Ἀθαναίαι θύεται πά̣ντας
[κ]αὶ Δία Ἀγοραῖον καὶ Ἀπόλλω-
]α̣ Πύθιον καθ’ ἱερῶν νεοκαύ-
[τ]ων· πόλιν τὰν Ἰτανίων οὐ πρ[ο]-
10 [δ]ωσέω, οὐδὲ χώραν οὐδὲ νά-
[σ]ου[ς] τ̣ὰς τῶν [Ἰ]τ̣ανίων, οὐδὲ
[πολ]ε̣μ̣ίους ἐπαξέω, οὐδὲ ναῦ[ς]
[τὰς] τ̣ῶν Ἰτανίων προδωσέω,
[οὐδὲ] τῶν πολιτᾶν προδωσέω
15 [οὐδέν]α, οὐδὲ χρήματα πολιτ-
[ᾶν, ο]ὐδ̣ὲ σύλλογον οὐδὲ συνωμο-
[σίαν] ποιησέω ἐπὶ τῶι κακίονι τ[ᾶ]-
[ς πόλ]ιος ἢ τῶν πολιτᾶν, οὐδὲ ἄλ-
[λω]ι̣ συ̣νεσσέ̣ομαι οὐδενί, αἴ τί[ς]
20 [κα χ]ρήιζηι τούτων τ[ι π]οιεῖν, ἀλ̣-
[λ’] ἐρέω ποτὶ τοὺς ἄρχοντας· οὐ-
[δὲ γᾶς] ἀναδασμὸν οὐδὲ οἰκιᾶν
[οὐδὲ] ο̣ἰκοπέδων, οὐδὲ χρεῶν ἀ-
[ποκ]ο̣π̣ὰν ποιησέω, οὐδὲ δίκαν ἐ-
25 [παξέ]ω ξε̣νικὰν̣ τῶν πολιτᾶν̣
[οὐδε]ν̣ὶ ἐριθεοτ̣ὰ̣ν παρεορέσι οὐ̣-
[δεμι]ᾶι. οὐδ̣ὲ βουλευσέω περὶ τᾶ̣-
[ς πόλ]ιος κακὸν οὐδέν, πολιτεο-
[σέομ]αι δὲ ἐπ’ ἴσαι καὶ ὁμοίαι κα̣ὶ θί[ν]-
30 [ων κ]αὶ ἀνθρωπίνων πάντων κα̣-
[τὰ τ]οὺς νόμους τοὺς προϋπά̣-
[ρχ]οντας ὅσσοις χρεώμεθα πε[ρὶ]
[τὰ] θῖνα καὶ τοὺς νῦν ἐθέμεθα κ[αἴ]
[κά] τινας ἄλλους ὕστερον θεώ-
35 [μ]ε̣θα ἢ πε[ρὶ τὰ ․․․․] ἢ περὶ τὰ πολ[ι]-
[τι]κ̣ά· καὶ ο<ὐ> πρ[ολειψέ]ω̣ τ̣ὰν πολιτε[ί]-
α̣ν̣ οὔτε ἐ[ν πολέ]μ̣ω̣ι̣ οὔτε ἐν εἰ[ρ]-
ή̣ναι κατὰ τὸ δ[υν]α̣τόν. τοῖς δ’ ε[ὐ]-
ορκέοˉσι καὶ κ̣α̣τ̣έχουσι τὸν [ὅρ]-
40 [κο]ν τέκνων ὄνασ[ι]ν γίνεσθ[αι]
[κ]αὶ γᾶν ἔνκ̣α̣ρπ̣ο[ν] φ̣[έρ]ειν καὶ̣ [πρ]-
[ό]βατα εὐθην̣[εῖ]ν̣ κ̣α[ὶ ἄλλ]α πολ̣[λ]-
ὰ̣ καὶ ἀγαθὰ [γίνε]σ̣θαι̣ [κα]ὶ αὐτῶ[ι]
[κ]αὶ τοῖς τέκνο[ις], τοῖς δὲ ἐπιορκέ-
45 [οˉ]σι μήτε γᾶν φέρειν μήτε τέκν-
[ω]ν ὄνα̣σιν γίνεσθαι μήτε πρό-
[βα]τα εὐθηνεῖν, ἐξόλλυσθαι δὲ̣
[κα]κῶς κακοὺς καὶ αὐτοὺς καὶ γ-
[εν]ε̣ὰν αὐτῶν.
Search Help
Contact Us