[ ]
Crete, E. — Itanos — beg. 3rd c. BC
| [— — — — — — — — — — — — τᾶι βουλᾶι] | |
| 1 | [καὶ τᾶι ἐ]κκλησίαι ε[— — — — — — — ὅρ]- |
| [κον τελ]ιόντω τοὶ ἄ[ρχοντ]ε̣ς̣ σ̣ὺν τοῖ[ς ἱε]- | |
| [ρεῦσ]ι, ἐπαράσθων δὲ̣ κ̣αὶ τοὶ ἱερεῖς ὅσ[τι]- | |
| [ς πα]ραβαίνοι τὸν ὅρκον τόνδε μήτε | |
| 5 | [τέ]κνων ὄνασιν αὐτῶι γίνεσθαι, ἐξόλ- |
| [λυ]σθαι δὲ κακῶς κακοὺς καὶ αὐτοὺς κα[ὶ] | |
| γενεὰν αὐτῶν· τοῖς δὲ κατέχουσι τὸν | |
| ὅρκον πολλὰ καὶ ἀγαθὰ γίνεσθαι. ὅστις δ[έ] | |
| κ̣α μὴ παραγένηται τῶι ὅρκωι τελεομ[έ]- | |
| 10 | νωι ἐξορκιζόντω αὐτοὺς τοὶ τόκα ἄρχ̣- |
| οντες ἐν ἁμέραις δέκα ἀφ’ ἇς κα ἔλθηι το- | |
| ῖ̣ς αὐτοῖς ὁρκίοις οἷσπερ ὤμνυον τοὶ ἐπί- | |
| δαμοι, καὶ ἀνγραψάντω ἐλ λεύκωμα τοὺς̣ | |
| ὠμόσαντας πατρι[α]στὶ καὶ καταθέντω ἐς | |
| 15 | Πύθιον, ἐχόντω δὲ καὶ αὐτοὶ ἀντίγραφ- |
| α. αἰ δέ κα μὴ ὁρκώσωντι τοὶ τόκα ἄρχο- | |
| ντες ἢ τὰν ἀρὰν μὴ ποιήσωντι ἐν τῶι χ- | |
| ρόνωι τῶι γεγραμμένωι, ἀποτεισάντ- | |
| ω ἕκαστος τῶν τόκα ἀρχόντων ἑκατ- | |
| 20 | ὸν δραχμὰς τᾶι πόλει, φαινέτω δὲ ὁ χ- |
| ρήιζων ἐς τοὺς λογιστὰς, τοὶ δὲ πρά- | |
| κτορες ἐκπράξαντες παραδόντω | |
| τῶι κόσμωι τῶι ἐφέρποντι. εἰ δέ κα μὴ | |
| ἐκπράξωντι, αὐτοὶ ἀποτεισάντω διπ- | |
| 25 | λοῦν. ὃς δέ κα ἐπίδαμος ἐὼν τῶν πολ- |
| ιτᾶν μὴ λῆι ὀμόσαι μὴ ἔστω πολίτας | |
| ἀλλὰ ἐργέσθω καὶ θίνων καὶ ἀνθρωπίν- | |
| ων. ἐπεὶ δέ κα ὁ ὅρκος τελεσθῆι, τοὶ ἄρχ- | |
| οντες ἀνγράψαντες τὸν ὅρκον ἐστ- | |
| 30 | άλας δύο θέντω τὰμ μὲν πρὸ το͂ Πυθ- |
| [ίοˉ] τὰν δὲ ἐν τῶι Ἀσκλαπιαίωι. ἀρχέτ- | |
| ω δὲ ὁ ὅρκος ἐπὶ τοῦ νῦν κόσμοˉ, τοὺς δ- | |
| ὲ πολίτας πάντας ἀπογράψασθαι πρὸ το͂ | |
| ὅρκοˉ πατριαστὶ ποτὶ τοὺς κοσμητῆρ- | |
| 35 | ας. |