[ ]
Crete, E. — Hierapytna — beg. 2nd c. BC
| A.1 | θεός, τύχαι ἀγαθᾶι. |
| ἔδοξε τῶι δάμωι, ἀγαθᾶι τύχαι· εὔξασθαι μὲν τοὺς ἱερεῖς καὶ | |
| τοὺς ἱεροθύτας τῶι Ἁλίωι καὶ τᾶι Ῥόδωι καὶ τοῖς ἄλλοις θεοῖς | |
| πᾶσι καὶ πάσαις καὶ τοῖς ἀρχαγέταις καὶ τοῖς ἥρωσι, ὅσοι ἔχοντι | |
| 5 | τὰν πόλιν καὶ τὰν χώραν τὰν Ῥοδίων, συνενεγκεῖν Ῥοδίοις καὶ |
| Ἱεραπυτνίοις τὰ δόξαντα περὶ τᾶς συμμαχίας· ἐπιτελέ<ω>ν δὲ | |
| τᾶν εὐχᾶν γενομενᾶν θυσίαν καὶ πόθοδον ποιήσασθαι, καθά | |
| κα δόξηι τῶι δάμωι. vac. κυρωθείσας δὲ τᾶς συμμαχίας καὶ τῶν | |
| ὅρκων συντελεσθέντων κατὰ τὰ γεγραμμένα, ὑπάρχειν συμμα- | |
| 10 | χίαν <Ἱεραπυτνίοις> ποτὶ τὸν δᾶμον τὸν Ῥοδίων καὶ συνεργεῖν Ἱεραπυτνίους |
| τῶι δάμωι τῶι Ῥοδίων, καὶ πόλιν καὶ λιμένας καὶ ὁρματήρια | |
| παρέχει<ν>, καὶ εὔνους καὶ φίλους καὶ συμμάχους ὑπάρχειν εἰς | |
| τὸν ἅπαντα χρόνον. vac. καὶ εἴ τίς κα ἐπὶ πόλιν ἢ χώραν στρατεύ- | |
| ηται τὰν Ῥοδίων ἢ τοὺς νόμους ἢ τὰς ποθόδους ἢ τὰν καθεστα- | |
| 15 | κυῖαν δαμοκρατίαν καταλύηι, βοαθεῖν Ἱεραπυτνίους Ῥοδίοις |
| παντὶ σθένει κατὰ τὸ δυνατόν. εἰ δέ κα ὁ δᾶμος ὁ Ῥοδίων | |
| μεταπέμπηται συμμαχίαν παρὰ Ἱεραπυτνίων, ἀποστελλόντων | |
| τὰν συμμαχίαν Ἱεραπύτνιοι ἐν ἁμέραις τριάκοντα, ἀφ’ ἇς | |
| κα παραγγείλωντι Ῥόδιοι, ἄνδρας διακοσίους ὅπλα ἔχοντας, εἴ | |
| 20 | κα μὴ ἐλασσόνων χρείαν ἔχωντι Ῥόδιοι· τῶν δὲ ἀποστελλομέ- |
| νων ἐόντων μὴ ἐλάσσους τῶν ἡμίσων Ἱεραπύτνιοι. vac. εἰ δέ κα | |
| πόλεμος περιέχηι Ἱεραπυτνίους, ἀποστελλόντων ὅσους κα {τα} δυ- | |
| νατὸν ἦι αὐτοῖς. vac. τοῖς δὲ πεμπομένοις παρὰ Ἱεραπυτνίων παρ- | |
| εχόντων Ῥόδιοι πορεῖα εἰς τὰν διακομιδὰν τὰν ἐκ Κρήτας | |
| 25 | εἰς Ῥόδον. καὶ εἰ μέν κα τὰ<ν> συμμαχίαν μεταπέμπωνται |
| Ῥόδιοι ἐν τέσσαρσι τοῖς πράτοις ἔτεσιν, ἀφ’ ἇς κα παρα- | |
| γένωνται ἁμέρας εἰς Ῥόδον οἱ σύμμαχοι διδόντων ἑκάστῳ | |
| ἀνδρὶ Ῥόδιοι ἑκάστας ἁμέρας ἐννέ’ ὀβολοὺς Ῥοδίους, τοῖς δὲ | |
| ἁγεμόσι ἁγουμένοις ἑκάστωι ἀνδρῶν μὴ ἐλασσόνων πεντή- | |
| 30 | κοντα διδόντων ἑκάστωι τᾶς ἁμέρας ἑκάστας δραχμὰς δύο. vac. εἰ |
| δέ κα μετὰ τὸν γεγραμμένον χρόνον μεταπέμπωνται Ῥόδιοι | |
| τὰν συμμαχίαν, τὰ μὲν ἄλλα γινέσθω κατὰ ταὐτὰ, ἀφ’ ἇς δέ κα | |
| ἔλθωντι ἁμέρας τοὶ ἀποστελλόμενοι σύμμαχοι παρὰ Ἱεραπυ- | |
| τνίων εἰς Ῥόδον, παρεχόντων Ἱεραπύτνιοι τοῖς ἁποσταλεῖσι συμ- | |
| 35 | μάχοις τὰ ὀψώνια ἁμέρας τριάκοντα, τοῦ δὲ ὑπολοίπου χρόνου |
| διδόντων Ῥόδιοι καθὰ γέγραπται. vac. εἰ δέ κα συστᾷ πόλεμος Ῥο- | |
| δίοις ποτί τινα τῶν ἐν συμμαχίαι ἐόντων Ἱεραπυτνίοις, εἰ μέν | |
| κα πολεμῶντ<α>ι Ῥόδιοι, ἀποστελλόντων τὰν συμμαχίαν Ῥοδίοις | |
| Ἱεραπύτν<ι>οι, εἰ δέ κα πολεμῶντι κατάρξαντες πολέμου, μὴ ἐπά- | |
| 40 | ναγκες ἔστω Ἱεραπυτνίοις ἀποστέλλειν συμμαχίαν Ῥοδίοις. vac. εἰ |
| δέ κα ξενολογίου χρείαν ἔχωντι Ῥόδιοι ἐκ Κρήτας, παρεχόντων | |
| Ἱεραπύτνιοι ἀσφάλειαν τῶι ξενολογίωι ἐν τᾶι πόλει, παρεχόντων | |
| δὲ καὶ ἐν τᾶι χώραι καὶ ἐν ταῖς νάσοις ταῖς παρ’ αὐτῶν κατὰ | |
| τὸ δυνατόν, καὶ πάντα συνεργούντων εἰς τὸ συντελεσθῆμεν | |
| 45 | Ῥοδίοις τὸ ξενολόγιον· ἄλλωι δὲ κατὰ Ῥοδίων ξενολόγιον μηθενὶ |
| διδόντων παρευρέσει μηδεμιᾶι, μηδὲ στρατευέσθω Ἱεραπυτνίων | |
| μηθεὶς κατὰ Ῥοδίων παρευρέσει μηδεμιᾶι, ἢ ἔνοχος ἔστω τοῖς | |
| ἐπιτιμίοις καθάπερ εἰ ἐπὶ τὰν Ἱεραπυτνίων πόλιν ἐστρατεύετο, | |
| χωρὶς ἢ ὅσοι πρὸ τᾶσδε τᾶς συνθήκας ἐξεστρατεύκαντι. vac. ταῖς δὲ | |
| 50 | δυνάμεσι ταῖς ἀποστελλομέναις ὑπὸ Ῥοδίων πάντα συμπρασ- |
| σόντων Ἱεραπύτνιοι κατὰ δύναμιν τὰν αὐτῶν, πᾶσαν πρόνοιαν | |
| ποιούμενοι καθότι καὶ τῶν ἰδίων πολιτᾶν. vac. καὶ εἴ κα συνιστᾶται | |
| λᾳστήρια ἐν Κρήται καὶ ἀγωνίζωνται Ῥόδιοι κατὰ θάλασσαν | |
| ποτὶ τοὺς λᾳστὰς ἢ τοὺς ὑποδεχομένους ἢ τοὺς συνεργοῦντας | |
| 55 | αὐτοῖς, συναγωνιζέσθων καὶ Ἱεραπύτνιοι κατὰ γᾶν καὶ κατὰ |
| θάλασσαν παντὶ σθένει κατὰ <τὸ> δυνατὸν τελέσμασι τοῖς αὑ- | |
| τῶν· καὶ τοὶ μὲν λᾳσταὶ τοὶ ἁλισκόμενοι καὶ τὰ πλοῖα αὐτῶν | |
| παραδιδόσθω Ῥοδίοις, τῶν δὲ ἄλλων ἔστω τὸ μέρος ἑκάστωι | |
| τῶν συναγωνιξαμένων. vac. κατὰ ταὐτὰ δὲ καὶ Ῥόδιοι ἐόντων | |
| 60 | Ἱεραπυτνίοις εὖνοι καὶ φίλοι καὶ σύμμαχοι εἰς τὸν ἅπαντα |
| χρόνον, καὶ τοὶ ἄρχοντες τοὶ ἀποστελλόμενοι ὑπὸ Ῥοδίων | |
| ἐπὶ τᾶν ναυτικᾶν δυναμίων ἐπιμελέσθω τᾶς πόλιος τᾶς | |
| Ἱεραπυτνίων καθάπερ τᾶς ὁμοτελοῦς, πάντα πράσσοντες | |
| τὰ ποτ’ ἀσφάλειαν καὶ σωτηρίαν τᾶς πόλιος τᾶς Ἱεραπυτ- | |
| 65 | νίων. καὶ εἴ τίς κα βασιλεὺς ἢ δυνάστας ἢ ἄλλος ὁστισοῦν |
| ἐπὶ πόλιν στρατεύ<ηται> τὰν Ἱεραπυτνίων, βοαθούντων Ἱεραπυτ- | |
| νίοις εἰς τὰν πόλιν παντὶ σθένει κατὰ τὸ δυνατόν. vac. εἰ δέ τίς | |
| κα τὰς ἀπὸ τοῦ δικαίου γινομένας ποθόδους ἐκ θαλάσσας | |
| παραιρῆται Ἱεραπυτνίων ἢ τὰν καθεστακυῖαν δαμοκρατίαν | |
| 70 | παρὰ Ἱεραπυτνίοις καταλύῃ καὶ συμμαχίαν μεταπέμπωνται |
| Ἱεραπύτνιοι, ἀποστελλόντων Ῥόδιοι Ἱεραπυτνίοις τριήρεις δύο | |
| [τὰ δὲ τελούμενα εἰς τὰς τριήρεις μηνῶ]ν̣ δύ̣[ο] δ̣ι̣δ̣ό̣ν[τω]ν Ῥόδιοι· τ̣ο̣ῦ̣ [δὲ] ὑ̣π̣ο̣λοίπου χρόνου δι[δ]- | |
| [όντων Ἱεραπύτνιοι εἰς ἑκατέραν] τ̣ρ̣ι̣ήρη τοῦ μηνὸς ἑκάστου δραχμὰς μυρίας. ❦ εἰ δέ κα πόλεμος περιέχ[ηι] | |
| [Ῥοδίους, ἀποστελλόν]τ̣ων συμμαχίαν ἅγ κα δυνατὸν ἦι. {²swastika}² εἰ δέ κα πόλεμον ἐξενέγκωντι Ἱεραπύτνιοι | |
| 75 | [ποτί τινας ἄνε]υ τᾶς Ῥοδίων γνώμας, μὴ ἐπάναγκες ἔστω Ῥοδίοις ἀποστέλλει<ν> συμμαχίαν. τὰν δὲ συ[μ]- |
| μαχίαν ἀποστελλόντων Ῥόδιοι ἐν ἁμέραις τριάκοντα ἀφ’ ἇς κα παραγγείλωντι Ἱεραπύτνιοι χωρὶς ἢ εἰ[ς] | |
| τὸν ἐνεστακότα Ἱεραπυτνίοις πόλεμον ποτὶ Κνωσίους καὶ τοὺς συμμάχους· εἰς δὲ τοῦτον μὴ συμμα- | |
| χούντων Ῥόδιοι Ἱεραπυτνίοις. μὴ στρατευέσθω δὲ μηδὲ Ῥοδίων μηθεὶς κατὰ Ἱεραπυτνίων παρευρέσ[ει] | |
| μηδεμιᾶι, ἢ ἔνοχος ἔστω τοῖς ἐπιτιμίοις καθάπερ εἰ ἐπὶ τὰν Ῥοδίαν ἐστρατεύετο, χωρὶς ἢ ὅσοι πρὸ τᾶσδε [τᾶς] | |
| 80 | συνθήκας ἐξεστρατεύκαντι. εἰ δέ τινές κα τῶν ὑποδεχομένων τοὺς λαιστὰς ἢ συνεργούντων α̣[ὐ]- |
| τοῖς, συστρατευσάντων Ἱεραπυτνίων Ῥοδίοις ἐπὶ τὰν κατάλυσιν τοῦ λαιστηρίου, πόλεμον ἐξενέγκω̣[ν]- | |
| τι Ἱεραπυτνίοις διὰ ταύταν τὰν στρατείαν, βοαθούντων Ῥόδιοι Ἱεραπυτνίοις παντὶ σθένει κατὰ τὸ δυ[να]- | |
| τόν, καὶ ὁ ταῦτα πράσσων πολέμιος ἔστω Ῥοδίοις. εἰ δέ κα ξενολογήσωντι Ἱεραπύτνιοι ἐκ τᾶς Ἀσίας εἰς ἴδιο̣[ν] | |
| πόλεμον, πάντα τὰ δυνατὰ συμπρασσόντων αὐτοῖς Ῥόδιοι εἰς τὸ ἀσφαλῶς διακομισθῆμεν τὸ ξενολόγιο̣[ν] | |
| 85 | εἰς Ἱεράπυτναν, ἄλλωι δὲ κατὰ Ἱεραπυτνίων ξενολόγιον μηθενὶ συνκατασκευαζόντων Ῥόδιοι παρε[υ]- |
| ρέσει μηδεμιᾶι. ἐξέστω δὲ καὶ διορθώσασθαι τᾶς συνθήκας, εἴ τί κα δοκῆι ἀμφοτέραις ταῖς πόλεσι δια- | |
| πρεσβευσαμέναις ποθ’ αὑτάς· ἃ δέ κα κοινᾶι δόξηι, ταῦτα κύρια ἔστω. κυρωθείσας δὲ τᾶς συνθήκας ἑλ[έσ]- | |
| θω ὁ δᾶμος παραχρῆμα ἄνδρας πέντε· τοὶ δὲ αἱρεθέντες μετὰ τῶν παραγεγενημένων ἐξ Ἱεραπύτν[ας] | |
| πρεσβευτᾶν ὁρκιξάντων τὸν νόμιμον ὅρκον Ῥοδίους ἅπαντας τοὺς ὄντας ἐν ἁλικίαι ἐμμενεῖν τᾶι συμ<μ>αχ[ίαι] | |
| 90 | καὶ τᾶι συντάξει τᾶι γεγενημέναι τῶι δάμωι ποτὶ Ἱεραπυτνίους ἀδόλως καὶ ἀπροφασίστως· εὐο[ρ]- |
| κεῦντι μὲν εὖ εἶμεν, ἐπιορκοῦντι δὲ τὰ ἐναν{αν}τία. {²⁶ἐναντία}²⁶ κατὰ ταὐτὰ δὲ ὁρκιξάντων καὶ τοὺς πρεσβευτὰ[ς] | |
| τοὺς παρὰ Ἱεραπυτνίων τοὶ πρυτάνιες παραχρῆμα ἐν τᾶι ἐκκλησίαι, ὅρκια παρεχέτω ὁ ἱερών̣[ας], | |
| τοὶ δὲ ταμίαι τελεσάντων τὸ ἐκ τοῦ νόμου γεγραμμένον. ὅπως δὲ καὶ Ἱεραπύτνιοι ὀμόσωντι τῶι δ̣[ά]- | |
| μωι, ἑλέσθαι ἄγγελον, ὁ δὲ αἱρεθεὶς ἀφικόμενος ποτὶ Ἱεραπυτνίους ὁρκιξάτω αὐτοὺς καθὰ καὶ Ῥοδί[ους] | |
| 95 | γέγραπται ποιήσασθαι τοὺς ὅρκους, καὶ ἐμφανιζέτω τὰν εὔνοιαν τὰν ὑπάρχουσαν αὐτοῖς |
| παρὰ τῶι πλήθει τῶι Ῥοδίων. ὅπως δὲ καὶ τὰ δεδογμένα περὶ τᾶς συμμαχίας καὶ τᾶς συντάξιος ἀνα- | |
| γραφέντα εἰς στάλας φανερὰ ἦι εἰς πάντα τὸν χρόνον, ὁ μὲν δᾶμος ἀναθέτω στάλαν ἐν Ῥόδωι ἐν τ[ῶι] | |
| [ἱ]ερῶι τᾶς Ἀθάνας, τοὶ δὲ πωληταὶ ἀποδόσθων, καθά κα ὁ ἀρχιτέκτων συγγράψηι, ὅπως ἐργασθῆι πέτρ[ας] | |
| Λαρτίας καὶ τὰ κεκυρωμένα περὶ τᾶς συμμαχίας ταῖς πόλεσι ἀναγραφῆι καὶ τεθῆι εἰς τὸ ἱερὸν μὴ [πλέ]- | |
| 100 | ον τέλεσμα ποιοῦντες δραχμᾶν ἑκατόν· τὸ δὲ εὑρὸν τοὶ ταμίαι δόντων ἀπὸ τῶν ἐς τὰ κατὰ ψαφίσμα[τα] |
| ἐκκειμένων. ἀναγραψάντων δὲ καὶ Ἱεραπύτνιοι καὶ θέντων παρ’ αὐτοῖς ἐν τῶι ἱερῶι ὁπεῖ κα δόξηι Ἱεραπυτν[ίοις. vac.] | |
| αἱρέθη ἄγγελος vac. ποτὶ Ἱεραπυτνίους vac. Διογένης Ἀριστώνδα. vac. ὁρκωταὶ ἐν Ῥόδω[ι] | |
| Ἱερόμβροτος Ἀγησιτίμου, Ἀριστόλοχος Πεισιστράτου καθ’ ὑοθεσίαν δὲ Ἀρχύλλου, | |
| Τιμάρατος Νικοτίμο̣υ, vac. Νικόμαχος Ἀριστάρχου, vac. Σπαρτίων Φειδιάνακτος. | |
| B | [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] |
| 1 | [․․․․․․․․․․․ ἑρπ]όντων δὲ οἱ Ἱεραπύτνιοι τοῖς Λυττίοις ἐς τὰ [— — — — — — — — — —] |
| [․․․․․․․․․․ οἱ δὲ] Λύττιοι τοῖς Ἱεραπυτνίοις ἐς τὰν εὐάμερον τὰν [— —. ὁ δὲ κόσμος τῶν] | |
| [Ἱεραπυτνί]ων ἑρπέτω Λυττοῖ ἐς τὸ ἀρχεῖον· κατὰ ταὐτὰ δὲ καὶ ὁ τῶ[ν Λυττίων κόσμος ἑρπέτω ἐν Ἱεραπύτναι ἐς] | |
| τὸ ἀρχ[εῖον]. αἰ δὲ οἱ κόσμοι ἐλλίποιεν τὰν θυσίαν τὰν ἠγραμμέναν, αἴ κα μή τι πόλε[μος κωλύσηι, ἀποτεισάν]- | |
| 5 | των ὁ κόσμος ἕκαστος ἀργυρίω στατῆρας ἑκατόν, οἱ μὲν Ἱεραπύτνιοι τοῖς Λυττίοις τᾶι πόλει, ο̣ἱ̣ δ̣ὲ̣ Λ̣ύ̣τ̣τ̣ιοι τ̣ο̣ῖ̣ς̣ |
| Ἱεραπυτνίοις τᾶι πόλει. ὅτι δέ κα δόξηι ταῖς πόλεσιν ἐξελε͂ν ἢ ἐνθέμεν, ὅτι μὲν ἐξέλοιμεν μήτε ἔνθινον μή- | |
| τε ἔνορκον ἦμεν, ὅτι δὲ ἐγγράψαιμεν ἔνθινόν τε ἦμεν καὶ ἔνορκον· εἰ δέ τί κα θεῶν ἱλέων ὄντων λάβω- | |
| μεν ἀπὸ τῶν πολεμίων, λαγχανόντων κατὰ τὸ τέλος ἑκάτεροι. μὴ ἐξέστω δὲ ἰδίαι μήτε πόλεμον ἐ- | |
| χφέρεσθαι χωρὶς μήτε εἰρήναν τίθεσθαι, αἴ κα μὴ ἀμφοτέροις δόξηι. αἰ δέ τινές κα ἰδίαι ἐξενέγκωνται, | |
| 10 | αὐτοὶ καὶ διαπολεμόντων, καὶ μὴ ἔνορκοι ἔστων οἱ μὴ συμπολεμόντες. στασάντων δὲ τὰς στάλας ἑκά- |
| τεροι ἐν τοῖς ἰδίοις ἱεροῖς, οἱ μὲν Ἱεραπύτνιοι Ὠλεροῖ ἐν τῶι ἱερῶι, τὰν δὲ ἐν Ἀπόλλωνι, οἱ δὲ Λύττιοι ἐν τῶι ἱ̣- | |
| ερῶι τ[ῶ Ἀπό]λλωνος καὶ ἐμ πόλει ἐν Ἀθαναίαι. στασάντων δὲ καὶ κοινὰν στάλαν ἐν Γόρτυνι ἐν τῶι ἱερῶι | |
| τῶ [․․․7․․․]ι. ὅρκος Λυκτίων· ὀμνύω τὰν Ἑστίαν καὶ Ζῆνα Ὀράτριον καὶ Ἀθαναίαν Ὠλερίαν καὶ Ζῆνα | |
| Μον̣[νίτιον καὶ Ἥ]ραν καὶ Ἀθαναίαν Πολιάδα καὶ Ἀπόλλωνα Πύτιον καὶ Λατὼ καὶ Ἄρεα καὶ Ἀφροδίταν καὶ Κωρῆ- | |
| 15 | τας [καὶ Νύμφα]ς̣ καὶ θεὸς πάντας καὶ πάσας· ἦ μὰν ἐγὼ συμμαχησῶ τοῖς Ἱεραπυτνίοις τὸν πάντα χρό- |
| νον ἁπλ[όω]ς̣ καὶ ἀδόλως καὶ τὸν αὐτὸν φίλον καὶ ἐχθρὸν ἑξῶ καὶ πολεμησῶ ἀπὸ χώρας υἷ κα καὶ ὁ Ἱεραπύτνιος | |
| καὶ τὸ δίκαιον δωσῶ καὶ ἐμμενῶ ἐν τοῖς συνκειμένοις, ἐμμενόντων καὶ τῶν Ἱεραπυτνίων. ἐπιορκόντι μὲν | |
| ἦμεν τὸς θεὸς ἐμμάνιας καὶ γίνεσθαι πάντα τὰ ὑπεναντία, εὐορκῶσι δὲ τὸς θεὸς ἱλέος ἦμεν καὶ γίνεσθαι πολ- | |
| λ{λ}ὰ {²⁶πολλὰ}²⁶ κἀγαθά. vac. ὅρκος Ἱεραπυτνίων· ὀμνύω τὰν Ἑστίαν καὶ Ζῆνα Ὀράτριον καὶ Ἀθαναίαν Ὠλερίαν καὶ | |
| 20 | Ζῆνα Μοννίτιον καὶ Ἥραν καὶ Ἀθαναίαν Πολιάδα καὶ Ἀπόλλωνα Πύτιον καὶ Λατὼ καὶ Ἄρεα καὶ Ἀφροδί- |
| ταν καὶ Κωρῆτας καὶ Νύμφας καὶ θεὸς πάντας καὶ πάσας· ἦ μὰν ἐγὼ συμμαχησῶ τοῖς Λυκτίοις τὸν | |
| πάντα χρόνον ἁπλόως καὶ ἀδόλως καὶ τὸν αὐτὸν φίλον καὶ ἐχθρὸν ἑξῶ καὶ πολεμησῶ ἀπὸ χώρας υἷ | |
| κα καὶ ὁ Λύττιος καὶ τὸ δίκαιον δωσῶ καὶ ἐμμενῶ ἐν τοῖς συνκειμένοις, ἐμμενόντων καὶ Λυκτίων. ἐ- | |
| π̣ιορκ̣ό̣ντι μὲν τὸς θεὸς ἐμμανίας ἦμεν καὶ γίνεσθαι πάντα τὰ ὑπεναντία, εὐορκῶσι δὲ τὸς θε- | |
| 25 | [ὸ]ς [ἱλέος] ἦμεν καὶ γίνεσθαι πολλὰ κἀγαθά. |
| C.1 | [θ]εός· |
| ἔδοξεν Ἱαραπυτνίων τοῖς κόσμοις τοῖς σὺν Ἀλεξάνδρωι καὶ τᾶι πόλι, Μαγνήτων ἀποστηλάντων | |
| πρεσβευτὰς Θεόδοτον Ἀντιόχω καὶ Ἀριστόμαχον Ἀριστοκλέος, καὶ ἀ- | |
| νανεωμένων τὰν πατρίαν οἰκειότατα καὶ φιλίαν καὶ ἀξιώντων τὰ γεγρ- | |
| 5 | αμμένα παρ’ αὐτοῖς Κρησὶν τίμια καὶ παρ’ ἁμῖν ἀναγραφῆμεν κατὰ τὰ αὐτὰ Μά- |
| [γ]ν̣ησι καὶ θέμεν ἐν ἱαρῶι, ἀγαθᾶι τύχαι καὶ ἐπὶ σωτηρίαι Ἱαραπυτνίων καὶ Μαγνήτων, καὶ ἀν[α]- | |
| [γράψ]αι τὸς κόσμος ἐς στάλαν λιθίναν Μάγνησιν ἀτέλειαν καὶ προεδρίαν κ[αὶ ἐπι]- | |
| [γαμίαν] καὶ ἔνκτησιν καὶ θείων καὶ ἀνθρωπίνων μετοχὰν καὶ ἐσαγωγὰν κ[αὶ ἐξ]- | |
| [αγωγὰν] ὑπάρχεν κατὰ τὰ ἀρχαῖα, καὶ θέμεν τὰν στάλαν ἐν τῶι ἱαρῶι [τᾶς] | |
| 10 | [Ἀθαν]α̣ίας τᾶς Πολιάδος. αἰ δέ τίς κα ἀδικηθῆι Μάγνης ἐν Ἱαραπύτν[αι, δό]- |
| [μ]εν αὐτῶι τὸ δίκαιον καθάπερ καὶ τοῖς προξένοις. ἐπαινέσαι δὲ Μάγ[νητας] | |
| ὅτι διαφυλάσσοντι τὰ παρδεδομένα ὑπὸ τῶν προγόνων καὶ ἐπὶ πλέο[ν αὔ]- | |
| ξοντι, καὶ τὸς πρεσβευτὰς ὅτι οἰκήιως καὶ φιλοτίμως διελέχθεν καὶ παρ[εκάλε]- | |
| σαν ἀξίως Μαγνήτων καὶ Ἱαραπυτνίων, καλέσαι τε τὸς πρεσβευτὰς [ἐς πρυ]- | |
| 15 | τανῆιον, καὶ δόμεν αὐτοῖς ξένια ἀργυρίω μνᾶν, καὶ παρπέμψαι μετ’ ἀ[σφα]- |
| λείας υἷ κα βώλωνται. ἔδοξε. οἱ κόσμοι πάντες ἐπεστάτον. |