[ ] Crete, W. — Sybrita [Ion., Teos] — 201 BC — McC. Teos 52
1                                         Συβριτίων.
Συβριτίων ἁ πόλις καὶ οἱ κόσμοι Τηίων τᾶι βωλᾶι καὶ τῶι
δάμωι χαίρειν vac. παραγενόμενος Περδίκκας ὁ παρὰ βασι-
λέως Φιλίππου πρεσβευτὰς τό τε ψήφισμα ἀπέδωκεν
5 ὃ ἔφερον οἱ παρ’ ὑμῶν πρεσβευταὶ ἐπεὶ αὐτοῖς συνε-
[πρέσβευσεν], ἐν ὧι ἐγράψατε ἁμῖν περὶ τᾶς οἰκειότα-
τος καὶ τᾶς φιλίας, καὶ ὅτι καλῶς κα ποιήσαιμεν προσ-
δεξάμενοι τάν τε ἀνιέρωσιν τῶι Διονύσωι καὶ τὰν ἀσυ-
λίαν τᾶς τε πόλιος καὶ τᾶς χώρας [ὑμῶν — — — — — —]
10 [․․․․․] πράσσειν· διελέγη δὲ [καὶ Περδίκκας ὁ ὑμέτερος]
[πολί]τας ἀκολούθως τοῖς γ[εγραμμένοις μετὰ πάσας]
σπουδᾶς καὶ φιλοτιμίας· πρό[θυμοι οὖν καὶ ἀπὸ προ]-
γόνων πρὸς πάντα τὰ [θεῖα διακείμενοι — — — — τὰν]
ἀνιέρωσιν τῶι Διονύσωι κ[— — — — — — — — — — —]
15 ․․ βουλόμενοι ὑμῖν π[— — — — — — — — — — — — —]
[καὶ τ]ἄλλα τίμια [καὶ ἔνδοξα — — — — — — — — — —]
[καὶ τὰ]ν ἀσυλίαν [τᾶς πόλιος καὶ τᾶς χώρας — — — —]
[․․․․․]ιο[— — — — — — — — — — — — — — — — — —]
πάντα. εἰ δέ τινές κα τῶν ὁρμι<ο>μένων ἐξυβρί{σ}τας {²⁶ἐξυβρίτας = ἐκ Συβρίτας}²⁶ ἀδι-
20 κήσωσίν τινα Τηίων ἢ τῶν παροίκων ἢ κοινᾶι ἢ ἰδίαι πα-
ρὰ τὸ γραφὲν δόγμα περὶ τᾶς ἀσυλίας ὑπὸ τᾶς πόλεος
τῶν Συβριτίων, ἐξέστω τῶι παραγενομένωι Τηίων
ἢ τῶν παροίκων τῶν ἐν Τέῳ ἐπιλαβέσθαι καὶ τῶν σω-
μάτων καὶ χρημάτων, εἴ τίς κα ἄγηι· οἱ δὲ κόσμοι οἱ τόκα
25 ἀεὶ κοσμίοντες ἐπαναγκαζόντων ἀποδιδό-
μεν τοὺς ἔχοντας, ἀζήμιοι ὄντες καὶ ἀνυπόδι-
κοι πάσας ζαμίας. vac. εὐτυχεῖτε.
Search Help
Contact Us