[ ] Crete, W. — Polyrhenia — 3rd/2nd c. BC
1 [κλ]ε̣ι̣τὸν ἐξ̣ ἀγέλας̣ [σε] πολύστονον εἰς Ἀχέροντα,
Ἄδραστε, στυγερὰ μοῖρα καταγάγετο.
μάτηρ δ’ οὐχ’ ὑμέναιον ἀπὸ στομάτων Πολυμήδα
ἧκε πρὸ νυμφιδίων <ἱ>σταμένα θαλάμων,
5 ἀλλά τοι ἀντὶ γάμου γοερὸμ μέλος ἴαχε θρήνων,
στέρνον ἀμετρήτωι πένθει τειρομένα·
μαρμάρου ἐκ Παρία{ι}ς {²⁶Παρίας}²⁶ δὲ τελεσσαμένα τόδε σᾶμα
πατρὶ σὺν Ἀρχίνωι σὸν δέμας ἐκτέρισεν.
Search Help
Contact Us