[ ] Crete, W. — Lisos — 278-ca. 250 BC
[— — — — — — — — — — — — —]
1 [— — — — — — —]εε․․ο․ε[— —]
[— — —]μα̣ ἐφ’ οἷς βασιλεῖ Μ[ά]-
γ̣α̣ι̣ καθάπε̣ρ̣ Γορτυνίοις [συμ]-
[μαχ]ίαν ποιήσασθαι παρόν[τω]-
5 [ν] Γορτυνίων καὶ τῶν συμμά̣-
χων, καὶ στά̣λ̣αν γράψαντ[ας]
ἀναθέμεν ἐς τὸ Δικτυννα[ῖο]-
ν ἐλ Λισῶι τ̣ὸ̣ν αὐτὸν φίλον̣
κἠχθρὸν ἑξε͂ν καὶ εἴ τίς κα ἐ[πὶ]
10 τὰν Μάγα ἐ̣π̣αρχείαν ἐπιστρ[α]-
τεύει βοαθησε͂ν τὸς Ὀρείος, κ[α]-
τὰ τὰ αὐτὰ δὲ καὶ εἴ τίς κα ἐπὶ τ[ὰ]-
ν Ὀρείαν ἐπιστρατεύει βοαθ[η]-
σε͂μ Μάγαν. ὅρκος·
15 ὀμνύω τὰν Δίκτυνναν καὶ τὸ[ς]
ὁμοτεμένεας τᾶς Δικτύννα[ς]
καὶ τὸς ἐμ Ποικιλασίωι θεὸς κ̣α̣[ὶ]
τὸν Δία τὸν Κρηταγενῆ καὶ θ̣ε̣[ὸ]-
ς̣ πάντας καὶ πάσας εὐνοησε͂ν̣
20 βασιλεῖ Μάγαι· εὐορκῶσι μὲν [πο]-
λλὰ κἀγαθ’ ἦμεν, ἐφιορκῶσι δὲ
τἀναντία.
Search Help