[ ] Crete, W. — Kydonia [Ion., Teos] — 201 BC — McC. Teos 50
1                                            Κυδωνιατᾶν.
Κυδωνιατᾶν ἁ πόλις καὶ οἱ ἄρχοντες Τηίων τᾶι βωλ[ᾶι]
καὶ τῶι δάμωι χαίρειν. ἐπειδὴ [Τήι]οι φίλοι καὶ συγγενεῖς
ὑπάρχοντες διὰ προγόνων τᾶι πόλει ψάφισμα καὶ πρεσ-
5 βευτὰς ἀπεστάλκαντι Ἀπολλόδοτον καὶ Κωλώταν, οἳ
ἐπελθόντες ἐπὶ τὰν ἐκκλησίαν τό τε ψάφισμ<α> ἀπέδω-
καν καὶ αὐτοὶ διελέγην ἀκολούθως τοῖς γεγραμμένοις
τὰν ἐκτενεστάταν σπουδὰν καὶ φιλοτιμίαν ποιιόμε-
νοι περὶ τῶ γενέσθαι τὰν καθιάρωσιν τῶι Διονύσωι τᾶς
10 τε πόλιος καὶ τᾶς χώρας τᾶς Τηίων καὶ τὰν ἀσυλίαν, ἔτι
δὲ καὶ τἄλλα τὰ ὑπάρχοντα αὐτοῖς ἔνδοξα καὶ τίμια εἰς
τὸν θεὸν ψαφιξαμένος καὶ αὐτὸς συναύξεν καὶ αἰεί τι-
νος ἀγαθῶ παραιτίος γενέσθαι τῶι δάμωι καὶ ὅτι ταῦτα
ποιήσαντες ἀκόλουθα πράξομεν τᾶι τε [συγγενείαι καὶ τᾶι]
15 ποτὶ τὸ θεῖον εὐσεβείαι καὶ τὰ μέγιστα χαρι[ξώμεθα τῶι]
δάμωι· ἀποκρίνασθαι Τηίοις φίλοις καὶ οἰκεί[οις ἐῶσιν δι]-
ότι τὸν Διόνυσον καὶ αὐτοὶ σεβόμεθα καὶ τὸν Τηίω[ν δᾶμον]
συγγενέα ὄντα ἀσπαζόμεθα καὶ ἐπαινῶμεν δ[ι][τι κα]-
λῶς καὶ ἐνδόξως καὶ καταξίως τῶ {ι} θεῶ {ι} προεστάκαντι·
20 ἕνεκα ὧν καὶ παρ’ ἁμῶν τὰ καλὰ καὶ τίμια δίδοται τῶι θεῶι
καὶ Τηίων τάν τε πόλιν καὶ τὰν χώραν ἀνίεμεν ἱερὰν καὶ
ἄσυλον νῦν τε καὶ εἰς τὸν ἄλλον χρόνον πάντα, καὶ πει[ρα]-
σώμεθα αἰεί τινος ἀγαθῶ παραίτιοι γίνεσθαι τῶι δάμωι
καὶ κοινᾶι καὶ ἰδίαι. εἰ καί τινες ἄγωντι Τηίος ἢ τὸς κατοικόν-
25 τας παρ’ αὐτοῖς, οἱ κόσμοι καὶ ἄλλος ὁ λῶν Κυδωνια-
τᾶν ἢ Τηίων ἀφελόμενοι καὶ διδόντες τοῖς ἀδικη-
μένοις κύριοι ἔστωσαν.                           ἔρρωσθε.
Search Help