[ ] Crete, W. — Aptera [Aeg. Isl., Kos] — 2nd c. BC
See also:
             {²laurea
1             Ἀπτεραίων.
ἔδοξε τᾶι βωλᾶι καὶ τῶι δάμωι·
Σῶσος Ἀβδία εἶπε· ἐπειδὴ Κάλ-
[λ]ιππος Ἀριστοκρίτω Κῶιος ἰατρὸ[ς]
5 ἀποσταλεὶς ὑπὸ τᾶς πόλιος ἀξίω[ς]
ἀνέστραπται ἀμφοτερᾶν τᾶν πολ[ί]-
ων κα<τά> τε τὸμ βίον καὶ τὰν τέχναν προ-
θυμίας οὐθὲν ἐλλείπων, πολλός
τε τῶμ πολιτᾶν ἐγ μεγάλαν ἀρρωστ[ι]-
10 ᾶν σεσώικει, ἵνα ὦν καὶ ὁ δᾶμος φαίνη-
ται τιμῶν τὸς ἀγαθὸς ἄνδρας,
δεδόχθαι τᾶι βωλᾶι καὶ τῶι δάμω[ι]·
ἐπαινέσαι Κάλλιπον Ἀριστοκρ[ί]-
τω Κῶιον ἰατρὸν καὶ στεφανῶ<σαι> αὐτὸ[ν]
15 στεφάνωι χρυσέωι ἀρετᾶς ἕν[ε]-
κα καὶ εὐνοίας τᾶς εἰς αὐτόν. [δόν]-
τω δὲ αὐτῶι τοὶ ταμίαι ἔς τε τ[ὸν]
στέφανον καὶ πορεῖον στ[α]-
τῆρας τριακοσίος. ἵνα δὲ καὶ Κ[ῶιοι]
20 ἀκολουθῶντι τὰν αἵρεσιν τ[— — — —]
σαμανάμενοι τοὶ κόσμοι τᾶ[ι δαμο]-
σίαι σφραγῖδι ἐξαποστ[ηλάτω]-
σαν πρὸς αὐτός ∶ καὶ [τὸς Κωίος φί]-
λος ὑπάρχοντας τ[ᾶι πόλει ἐπιμέλει]-
25 αν ποιήσασθαι [ὅπως — — — — — —]
θέτως τε τὰν [— — — — — — — — —]
․οις τῶ πραττ̣[— — — — — — — —]
[τ]οῖς Ἀσκλαπ̣[ιείοις. δόμεν δὲ καὶ]
σ̣τάλαι τόπ[ον ἐν τῶι ἱαρῶι τῶ Ἀσκλα]-
30 πιῶ ἐν τῶι ἐπ[ιφανεστάτωι τόπωι],
ἐς ἃν ἀναγ[ραφήσεται τὸ ψάφισμα]
τῶ δάμω· ἦ[μεν δὲ αὐτὸν πρόξενον]
καὶ εὐεργέ̣[ταν τᾶς πόλιος τῶν Ἀ]-
πταραίω[ν αὐτὸν καὶ ἐκγόνους].
35 vacat
Search Help