[ ] Crete, W. — Aptera [Ion., Teos] — after ca. 170 BC — McC. Teos 16
1                         Ἀπτεραίων.
Ἀπτεραίων οἱ κόσμοι καὶ ἁ πόλις Τη-
ίων τᾶι βωλᾶι καὶ τῶι δάμωι χαίρειν.
παραγενόμενοι οἱ παρ’ ὑμέων πρεγγευ-
5 ταὶ Ἡρόδοτος Μηνοδότω, Μενεκλῆς
Διονυσίω τό τε ψάφισμα ἀπέδω-
καν ἐν ὧι ἐγράψατε ψάφισμα ἀνανεώσασθαι
τάν τε συγγένειαν καὶ τὰν προϋ-
πάρχωσαν φιλίαν τά τε δεδομένα
10 τίμια ὑπὸ τᾶς ἁμᾶς πόλεως ἐν τοῖς
πρότερον χρόνοις καὶ τὰν καθιέρωσιν
τᾶς πόλιος καὶ τᾶς χώρας τῶι Διονύ-
σωι, παρεκαλεῖτε δὲ καὶ ἀναγράψαι
τὸ πρότερον δόγμα ἐν ὁποίῳ κα κρί-
15 νωμεν ἱερῶι· διελέγη<σ>αν <δὲ> καὶ οἱ παρ’ ὑ-
μῶν πρεγγευταὶ ἀκολούθως τοῖς ἐν
τῶι ψαφίσματι, ἀποφαίνοντες τάν
τε πόλιν εὐσεβῶς διακειμέναν
πρὸς πάντας τὸς θεός, μάλιστα δὲ
20 πρὸς τὸν Διόνυσον ὄντ<α> ἀρχαγέταν
τᾶς πόλεως, ὧι καὶ καθιερῶσθαι συν-
βέβακε τάν τε πόλιν καὶ τὰν χώραν,
ὑπέρ τε τῶν λοιπῶν πᾶσαν σπου-
δὰν καὶ φιλοτιμίαν ποτάγοντες δι-
25 ελέγην· διὸ καὶ δεδόχθαι ἀποκρίνασθαι
τῶι δάμωι τῶι Ἀπτεραίων Τηίοις
οὖσιν συγγενέσι καὶ φίλοις διό-
τι ἔν τε τοῖς πρότερον χρόνοις τυγ-
χάνομεν εὐσεβῶς διακείμενοι πο-
30 τὶ πάντας τὸς θεός θ’ ἡμῶν [μάλιστα δὲ]
καὶ τὸν Διόνυσον δι’ ὃν καὶ πρότερον τάν
τε ἀσυλίαν ὑμῖν ἐδώκαμεν καὶ καθι-
ερώσαμεν τὰν χώραν καὶ τὰν πόλιν,
τετηρηκότες δὲ τὰ προδεδομένα ὑ-
35 μῖν φιλάνθρωπα μέχρι τοῦ νῦν πειρά-
ξομεν καὶ εἰς τὸν λοιπὸν χρόνον
διαφυλάσσειν ἀν<α>νεωσάμενοι ἃ
παρακαλεῖτε διὰ τοῦ ψαφίσματος καὶ
οὐκ ἀδικέομεν Τηίος συγγενέας
40 καὶ φίλος ὑπάρχοντας οὔτε πολέμου
οὔτ’ εἰράνας, καθότι οὔτε πρότερον,
πειράξομεν δὲ καὶ ἐάν τινες ἀδικῶν-
τι Τηίος ἢ κατὰ κοινὸν ἢ κατ’ ἰδίαν ἢ κα-
τὰ γᾶν ἢ κατὰ θάλασσαν ἐόντας ἱα-
45 ρὸς καὶ ἀσύ<λ>ος, βοαθεῖν αὐτοῖς καθότι
ἂν ὦμεν δυνατοί. καὶ ἐάν τινες ὁρμι-
όμενοι ἐξ Ἀπτέρας ἀδικήσωντι Τη-
ίος, εἶναι αὐτὸς ἐνόχος τῶι τῆς ἱερο-
συλίας νόμωι. ἀγγραψάτωσαν δὲ καὶ
50 Τήιοι τὰν ἀνανέωσιν ἐς τὸ ἱερὸν
τῶ Διονύσω, ὅπως φανερὰ ἦ<ι> πᾶσι τοῖς
Ἕλλησι ἡ τῶν Ἀπτεραίων εὐσέβεια
πρὸς πάντας τὸς θεός. ἀναγραψῶμεν
δὲ καὶ ἁμὲν τό τε πρότερον δόγμα
55 καὶ τὰν ἀνανέωσιν ἐς τὸ ἱερὸν τὸ
τᾶς Ἀρτέμιδος τᾶς Ἀπτέρας. ἐκαλέσα-
μεν δὲ καὶ ἐπὶ ξένια τοὺς πρεγγευτὰς
[ἐπὶ τ]ὰν κοινὰν ἑ[στίαν]. ἔρρωσθε.
Search Help
Contact Us