[ ] Crete, W. — Aptera [Ion., Teos] — 201 BC — McC. Teos 5
                                       [Ἀπτεραίων].
[— — — — — — — — — — — — — — — — — — — — — — —]
1 καὶ τὸν Τ[ηίων δᾶμον — — — — — — — — — — — — — —]
[ἀσπαζ]όμεθα καὶ [ἐ]παινῶμεν [δ]ιό[τ]ι κ[αλῶς καὶ ἐνδό]-
ξως καὶ καταξίως [τῶ θ]ε[ῶ προ]εστάκα[ν]τ[ι]·
[ἕνε]κεν ὧν καὶ παρ’ ἁ[μῶν τὰ καλὰ] καὶ τί[μια δίδοται]
5 τῶι θεῶι, καὶ Τη[ίων τάν τε πόλι]ν καὶ [τὰν χώραν]
[ἀν]ίεμεν ἄσυλον [ν]ῦν τε καὶ εἰ[ς τὸν ἄλλον χρόνον]
πάντα, καὶ πειρ[αξ]ῶμεν ἀεί τινος ἀγαθῶ παραίτι[οι]
[γ]ίνεσθαι τῶι δάμωι καὶ [κ]οινᾶι καὶ ἰδίαι. [ἐ]ὰν δέ τι-
νές <κ’> ἄγωντι [Τ]ηίος ἢ τὸς κατ[ο]ικόντας π[αρ’] αὐτοῖ[ς],
10 οἱ κόσμοι καὶ ἄ<λ>λ[ο]ς ὁ βουλόμενος Ἀπτεραίων [ἢ Τη]-
ίων ἀφελόμενοι καὶ ἀποδιδόντες [τοῖς ἀδικημέ]-
[ν]οις κύριοι <ἔ>στων. ἐψήφιστ[αι ἐπὶ κόσμων τῶν μετὰ]
Βορθίω, μηνὸς Δ[ι]κτ[υ]νναίω [— — — — — — — — — —]
Search Help