[ ] Crete, Ctr. — Rhaucos [Ion., Teos] — 201 BC — McC. Teos 15
1                                            Ῥαυκίων.
ἔδοξε Ῥαυκίων τοῖς κόσμοις καὶ τᾶι πόλει. ἐπειδὴ παραγε-
νόμενοι πρεσβευταὶ παρὰ τῶ δάμω {ι} τῶ Τηίων πορτὶ Ῥω-
κίονς Ἀπολλόδοτος Ἀστυάνακτος, Κωλώτας Ἑκατωνύμου
5 ἐπελθ{ι}όντεν {²⁶ἐπελθόντεν}²⁶ ἐπὶ τὰν ἐκκλησίαν ἐνεφάνιξαν τάν τε
οἰκειότατα τὰν ὑπάρχονσαν Ῥαυκίοις ποθ’ αὑτόνς
καὶ περὶ τᾶς ἀσυλίας τᾶς τε πόλεος καὶ τᾶς χώρας πα-
ρεκάλεσαν, ἔτι δὲ καὶ τῶ παρ’ Ἀντιόχω τῶ βασιλέος πρει-
γευτᾶ Ἀγησάνδρω παρακαλέσαντος μετὰ πάνσ{σ}α<ς> {²⁶πάνσας}²⁶
10 σπουδᾶ[ς] καὶ φιλοτιμία[ς], ὁμοίως δὲ καὶ τῶν παρ’ ἁμῶν
πρεισγευτᾶν ἐμφανιξάντων τὰν ὑμ[ῶ]ν εὔνοι[άν τε κ]αὶ
προθυμίαν, δεδόχθαι Ῥαυκίων τοῖς [κόσμοι]ς [καὶ τᾶι] πό-
λει ἀποκρίνασθαι Τ[η]ίοι[ς] ὅτι ἅ τε καθ[ιάρωσι]ς [τῶι Δι]ονύ-
σωι τᾶς πόλεος καὶ τᾶς χώρας αὐτοῖς ἅ τε ἀσυλία καὶ
15 τἄλλα ἔνδοξα καὶ τίμια παρ’ [ἁμῶν ὑπάρξει αὐτοῖς — —]
νῦν τε καὶ τὸν ἄλλον χρόνον πάντα.
Search Help