[ ] Crete, Ctr. — Olous — 3rd c. BC
See also:
[— — — — — — — — — — — — — — — —]
1 καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέταις·
ἀναγράψαι δὲ καὶ ἐς στάλαν λιθίναν καὶ
ἀναθέμεν ἐς τὸ ἱαρὸν τοῦ Ἀσκλαπιοῦ, ἐφ’ οἷς
{ἐφ’ οἷς} ἐτιμάθεν, Ἀπολλόδοτον Ἀγησίωνος 〚Ῥ̣ό̣δ̣ι̣ο̣ν̣〛,
5 Τίμαιον Ἀμφιτίμου 〚Ῥ̣ό̣δ̣ι̣ο̣ν̣〛, Δαμόνομον Ἀρίστωνος
〚Ῥ̣ο̣δ̣ί̣ο̣ς̣〛, Ἀριστοκράτη Ἀπολλοδώρου 〚Ῥ̣ό̣δ̣ι̣ο̣ν̣〛,
Διόκριτον Ἀντικρέοντος, Ἰσιμιλίωνα Εὐδάμου,
Δαμόφιλον Ἀγησιστράτου, Εὐφρώνακτα
Ἀριστοκράτους, Ἀπολ<λ>όδοτον Ἱαροκλεῦς,
10 Πυθόδωρον Πυθοκρίτου, Θεύδοτον Καλλικράτευς,
Ἀγησίστρατον Σίμου, Ἀριστομένη {ς} Λύσιος,
Ἱερόκριτον Φειδοστράτου, Ἀριστόφαντον
Πεισιστράτου, Καλλίστρατον Δαμοκλεῦς,
Ξενόπολιν Χαροπιδάμου, Δαμοκράτη Δαμονίκου,
15 Ἀντιμένη Ἐπικράτευς, Χαρίδαμον Χαριφάνευς,
<Λ>υσίαν Πανφιλίδα, Ἀκεστίαν Ἀγεστράτου,
Πράταρχον Ἰσοδάμου, Κλεισίωνα Κλεισιρρόδου,
Μενέλαον Καλλικράτευς, Ἀριστομήδη Ἀρχίνου,
Εὐφράνορα Τιμασάρχου, Δάμωνα Ἀριστοδάμου,
20 Φίλιον Ζηνο<δό>του.    vacat
                 vacat              ἔδοξε Ὀλο-
ντίων τᾶι πόλει Σωτηρίδαν Μνασί-
α, Φιλόδαμον Μνασικάρτιος,
Μοστυλίωνα Πετραίω Γορτυνίονς
25 προξένονς ἦμεν καὶ εὐεργέτανς
καὶ πολίτανς, καὶ αὐτὸνς καὶ ἐγγό-
νονς. vac. ἐπὶ Λοκρίωνος·
Εὔβιος Εὐβίου Μεσσάνιος κιθαρῳδὸς
καὶ Ζώβιος ὁ ἀδελφὸς αὐτοῦ πρόξενοι
30 καὶ πολῖται, αὐτοὶ καὶ γένος.
ἐπὶ δαμιοργοῦ Λεύκου, πρόξενοι καὶ εὐερ-
γέται Ῥόδιοι Τελέδαμος Τελεμβρότου,
Λυσίας Ἀρχέλα, Κλεινόστρατος Ἐπικράτευς,
Ἡρόδοτος Εὐαγόρα.
35 ἐπὶ δαμιοργοῦ Λεύκου, ἔδοξε τοῖς πολίταις προ-
ξένος ἦμεν καὶ εὐεργέτας Πάτροκλον
Πάτρωνος Μακεδόνα, Καλλικράτη, Περιγένη,
Ἀριστόνικον Βοΐσκου Σαμίος, Ἀρίστανδρον Ἀρατοκ<λ>εῦς
[Ῥ]όδιον, Ἀντίοχον <Φιλ>τίδα Ἀπταραῖον, Παυσανίαν
40 [Κα]λλιάνακτος Ἀλεξανδρῆ, Κλεωναῖον
[Δα?]μ̣οκράτους Ῥιθύμνιον, Ἀντίφιλον Μναστοκλεῦς
[Κ]υραναῖον. vacat ἐπὶ Λοκρίωνος·
ΠλαΙ̣Ι̣λγιος Κόμωνος Περγαῖος
[κι]θ[α]ρωιδ[ὸ]ς πρόξενος καὶ εὐεργέ-
45 τας Ὀλο[ν]τίων, αὐτὸς καὶ γένος.
ἐπὶ [Δ]αμόδωντος καὶ Τηλεχώρου
καὶ Ἀριστομένους, ἔδοξε
Ὀλοντίων τᾶι πόλει Ἀλέ-
ξιππον Ἐπιγένους Χαλ-
50 κιδέα πρόξενον εἶναι
καὶ πολίτην, αὐτὸν καὶ ἐγ-
γόνους καὶ μετέχειν
πάν<τ>ων ὧνπερ οἱ ἄλλοι
πολῖται· ἦμεν δὲ αὐτῶι
55 καὶ ἀτέλειαν καθάπερ
τοῖς ἄλλοις προξένοις.
ἐπὶ δαμιοργοῦ Σωτίμου, Ἀν-
δροβώλου, Δαμονόμου, ἔδοξε Ὀ-
λοντίοις Ἰκάδιον Μόλλιος Ἀλε-
60 ξανδρέα εἶναι πολίτην, αὐ-
τὸν καὶ ἐγγόνους, καθάπερ
καὶ τοὺς ἄλλους πολίτας.
Search Help