[ ] Crete, Ctr. — Malla [Ion., Teos] — after ca. 170 BC — McC. Teos 22
1                         <Μ>αλλαίων.
ἔδοξε <Μ>αλλαίων τοῖς κόσμοις καὶ τ[ᾶι πόλει. ἐπειδὴ Τήιοι φίλοι]
καὶ συγγενεῖς ὑπάρχοντες διὰ [πρ]ογ[όνων ψάφισμα καὶ πρεγ]-
γευτὰς ἀπέσταλκαν Ἡρόδοτον Μην[οδότω, Μενεκλῆν Διονυσίω],
5 οἳ καὶ ἐπελθόντες ἐπὶ τὰν ἐκκλησίαν [τό τε ψάφισμα ἀπέδωκαν]
καὶ αὐτοὶ διελέγην ἀκολούθως τοῖς ἐν [τῶι ψαφίσματι κατακε]-
χωρισμένοις, ὑπέρ τε τοῦ εἶναι ἱερὰν κα[ὶ ἄσυλον τὴν χώραν αὐτῶν, ὃ]
συνέστησαν διά τε τῶν χρησμῶ[ν τῶ Ἀπόλλωνος τῶ ἐν]
Δελφοῖς καὶ ἐν Διδύμοις, ὑπὲρ τε τ[ῶν ἄλλων τῶν συμφερόντων ἀμφοτέ]-
10 ραις ταῖς πόλεσιν διελέγησαν μετὰ [πάσας σπουδᾶς καὶ φιλοτιμίας].
ἔδοξεν <Μ>αλλαίων τοῖς κόσμοις καὶ τᾶι πόλει ἀ[ποκρίνασθαι]
Τηίοις διότι καὶ ἐν τοῖς πρότερον χρόνοις δεδωκό[των τῶν προ]-
γόνων ἡμῶν τὴν ἀσυλίαν καὶ καθιέρωσιν εἰς στή[λην γράψαντες]
ἀναθήσομεν ἐς τὸ ἱερὸν τῶ Ζηνὸς τῶ Μοννιτίω, δ[ίδομεν δὲ αὐτοῖς]
15 καὶ ἀτέλειαν καὶ ἰσοπολιτείαν. καὶ ἐάν τινες ἀδικ[ῶσι Τηίους ἢ τὴν]
χώραν παραιρῶνται τὴν καθιερωμένην, [βοα]θήσ[ει ἁ πόλις ἁ]
<Μ>αλλαίων ὡς καὶ ὑπὲρ τῆς ἰδίας πατρίδος· ἔν [τε τοῖς λοιποῖς πει]-
ρασόμεθα αἰεί τινος ἀγαθοῦ παραίτιοι ε[ἶναι. ἐπαινοῦμεν δὲ καὶ]
τοὺς πρεσβευ[τὰς ἐπὶ] τῶι τη[— — — — — — — — — — — — — —]
20                    {²desunt versus quinque
Search Help