[ ] Crete, Ctr. — Lebena — 1st c. BC
1   πράτωι μὲν [Σώσωι] γενέται Ἀσκληπί’ ἔδειξας
  ὕδατος εὐσήμ[ω]ς εἰς ναὸν ἀτραπιτόν,
[φ]ανθεὶς μὲν καθ’ ὕπνον, πένψας δ’ ὕπαρ αὐτὸς ὁδαγὸ[ν]
  θεῖον ὄφιν, πᾶσιν θαῦμα βροτοῖσι μέγα,
5 τῶι Ἀριστωνύμω {ι} υἱῶι, ἐπεὶ κατὰ πάντα θεουδὴς
  νακόρος εἰς ναὸν σαῖς μόλ’ ἐφημοσύναις.
νῦν δὲ Σοάρχωι αὖθι φανεὶς κατὰ πᾶν κλυτῶι υἱῶι
  ὡσαύτως ὅσιον νακόρον ἀγάγαο,
τεσσαρακοστῶι ἔτει τε καὶ ἑβδομάτωι ἵνα κράνας
10   λειπούσας πλήσηι νάματι τὰς πατέρος.
Παιάν, σοὶ δ’ εἴη κεχαρισμένα, καὶ δόμον αὔξοις
  τοῦδε καὶ ὑψίσταν πατρίδα Γόρτυν ἀεί.
Search Help