[ ]
Crete, Ctr. — Lato — ca. 150-100 BC
| 1 | σοὶ Διὸς ὑψίστοιο καὶ εὐπλοκάμοιο Διώνα[ς], |
| Κύπρ[ι], ναὸν [π]ροπάροιθε Εὐνομίας ἔθεσαν | |
| οἵδε σὺν Αὐτίωνι· τίνες δ’ ὅδε πέτρος ἐλέγχ[ει], | |
| πότνια, τοῖς σὺ δίδου πανδάματορ χάριτας, | |
| 5 | καὶ λιπαρὸν πρὸς τέρμα βίου γηραιὸς ἱκέσθαι |
| πάντας ἀπημάντους, Κυπρογένεια θεά. |