[ ] Crete, Ctr. — Lato — ca. 150-100 BC
1 σοὶ Διὸς ὑψίστοιο καὶ εὐπλοκάμοιο Διώνα[ς],
Κύπρ[ι], ναὸν [π]ροπάροιθε Εὐνομίας ἔθεσαν
οἵδε σὺν Αὐτίωνι· τίνες δ’ ὅδε πέτρος ἐλέγχ[ει],
πότνια, τοῖς σὺ δίδου πανδάματορ χάριτας,
5 καὶ λιπαρὸν πρὸς τέρμα βίου γηραιὸς ἱκέσθαι
πάντας ἀπημάντους, Κυπρογένεια θεά.
Search Help
Contact Us