[ ] Crete, Ctr. — Lato [Ion., Teos] — 201 BC — McC. Teos 14.5
1         Λατίων τῶν πρὸς Καμάραι.
ἔδοξεν Λατίων τοῖς κόσμοις καὶ τᾶι πόλει. ἐπει-
δὴ Τήιοι συγγενεῖς καὶ φίλοι διὰ προγόνων ὑπάρ-
χοντες ψάφισμα καὶ πρειγευτὰν<ς> ἀπέσταλκαν Ἀ-
5 πολλόδοτον καὶ Κωλώταν, οἱ δὲ ἐπελθόντες ἐπὶ τὸ
κοινὸν τὸ Λατίων τό τε ψάφισμα ἀπέδωκαν καὶ αὐ-
τοὶ διελέγεν ἀκολούθως τοῖς γεγραμμένοις τὰν
ἐκτενεστάταν σπουδὰν καὶ φιλοτιμίαν ποιού-
μενοι περί <τε> τῶ γενέσθαι τὰν καθιέρωσιν τῶι Διονύ-
10 σωι τᾶς πόλιος καὶ τᾶς χώρας τᾶς Τηίων καὶ τὰν
ἀσυλίαν, ἔτι δὲ καὶ τἄλλα τὰ ὑπάρχοντα αὐτοῖς
ἔνδοξα καὶ τίμια διὰ τὸν θεὸν ψαφισαμένος
καὶ αὐτὸς συναύξεν καὶ ἀεί τινος ἀγαθῶ πα-
ραιτίος γίνεσθαι τῶι δάμωι καὶ ὅτι ταῦτα πράξαν-
15 τες ἀκόλουθα πραξίομεν τᾶι τε πορτὶ τὸν θεὸν
εὐσεβείαι τᾶι μεγίσται καὶ χαρι<ξ>ιόμεθα τῶι δά-
μωι· περὶ δὲ τῶν αὐτῶν διαλεγέντος μετὰ πάσας
εὐνοίας καὶ προθυμίας καὶ <τῶ> παρὰ τῶ βασιλέος Φιλίπ-
πω πρειγευτᾶ Περδίκκα {ι}· ἀποκρίνασθαι τῶι δά-
20 μωι τῶι Τηίων ὅτι πρότερον ἁ πόλις καὶ νῦν δ’ ἐ[μ]-
πᾶσιν εὐχαριστεῖ, καὶ μεμναμένοι τὰν προϋπάρ-
χονσαν τᾶι πόλει συγγένειαν, τάν τε καθιέρω-
σιν τῶι Διονύσωι τάν τε πόλιν καὶ τὰν χώραν ἦμεν
ἱερὰν καὶ ἄσυλον, βωλόμενοι χαρίζεσθαι Περδίκ-
25 και, δίδομεν δὲ καὶ τὰ λοιπὰ τὰ ὑπάρχοντα ὑμῖν ἔνδο-
ξα καὶ τίμια συνδιαφυλαξίομεν ἀπροφασίστως
ἐφ’ ὅσον κ’ ἴωμεν δυνατοί. καὶ εἴ τινές κα τῶν ὁρ-
μιομένων Λατόθεν ἀδικήσωντί τινα Τήιον
ἢ κοινᾶι ἢ ἰδίαι παρὰ τὸ γραφὲν δόγμα περὶ τᾶς ἀ-
30 συλίας τᾶς <τε> πόλιος καὶ τᾶς χώρας ἐξέστω τῶι
παργενομένωι Τηίων ἐπιλαβ<έσθαι> καὶ σω-
μάτων καὶ χρημάτων, εἴ τίς κα ἄγηι· οἱ δὲ κόσμοι
οἱ τόκα κοσμίοντες ἀναγκαζόντων ἀποδιδό-
μεν τὸς ἔχοντας ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι·
35 γράψαι δὲ καὶ τὸ δόγμα ἐς τὸ ἱερὸν τᾶς Ἐλευθυίας.
Search Help