[ ] Crete, Ctr. — Lato [Aeg.Isl., Delos] — ca. 120-115 BC — ID 1514
1 ἀγαθᾶι τύχαι. ἐπὶ τῶν Αἰθαλέων κοσμιόντων Κνωσοῖ μὲν τῶν
σὺν Κύδαντι [τ]ῶ Κύδαντος μηνὸς Ἐλχανίω, Λατοῖ δὲ ἐπὶ τῶν
σὺν Διοκλεῖ τῶ Ἡρώ<ι>δα μηνὸς Βακινθίω, ἐν δὲ Ὀλόντι τῶν σὺν Τη-
λεμάχῳ τῶ Γνώμιος μηνὸ[ς][γρια]νίω, πρειγευσάντων Κνωσίων
5 τᾶς πόλιος ἐπί τε τὰν τῶν Λατίων πόλιν καὶ ἐπὶ τὰν τῶν Ὀλοντί-
ων καὶ παρακαλεσάντων τὰμ μὲν ἐνεστακυῖαν πορτ’ ἀλλάλονς
διαφορὰν καὶ ἀμειξίανς ἆραι, περὶ δὲ τῶν ἀμφιλλεγομένων
πόλι πορτὶ πόλιν δόμεν αὐτοῖς τὰν ἐπιτροπάν. vacat
ἔδοξε Λατίοις καὶ Ὀλοντίοις ἐπακολουθῆσαι καθῶς παρακα-
10 λίοντι Κνώσιοι· καὶ ἔδωκαν [τ]ὰν ἐπιτροπὰν πάντα περὶ
πάντων· κρινόντων δ’ ἁ πόλις τῶν Κνωσίων οἵ κα ἐπὶ Κύδαν-
τος κοσμίωντι ἐν δεκαμήν[ωι] ἅ κα αὐτοῖς δοκῇ δίκαια ἦμεν·
τὰ δὲ κριθέντα καὶ ἀναγραφέ[ντα] ὑπὸ τῶν Κνωσίων βέβαι[α]
καὶ κύρια ἦμεν ἐς τὸν ἅπαντα [χρό]νον καὶ μηκέτι ὑπολεί-
15 πεσθαι αὐτοῖς ἔγκλημα μηθὲμ [παρ]ευρέσει μηδεμιᾶι· καὶ ἀν-
γραφήτω τὰ εὐδοκημένα κα[․․․․]εντα Κνωσοῖ μὲν ἐν τ[ῶι]
ἱαρῶι τῶ Ἀπόλλωνος τῶ Δελφι[δίω] καὶ ἐν τῶι ἱαρῷ τῶ Ἄρεος
[τῶι] Δέρᾳ ἐν στάλαι, Λατοῖ δὲ ἐν [τῶι] ἱαρῶι τᾶς Ἐλευθυίας, ἐ[ν δὲ]
[Ὀλόντ]ι ἐν τῶι ἱαρῷ τῶ Ζηνὸς τῶ [Ταλλ]αίω, vacat ἐν δὲ [Δ][λωι]
20 [ἐν τῶι ἱαρῶι τῶ Ἀπόλλω]νος· vacat δό[ντων] δὲ Λάτιοι [καὶ Ὀλόν]-
[τιοι τούτω τῶ ἐγγρόφω ἑκά]τερο[ι χέρα] τᾶι τῶ[ν Κνωσίων πόλι]
[καὶ αὐτοσαυτοῖς· ὑπὲρ δὲ] το[ῦδε τῶ ἐγγρό]φω ἐ[ς Δᾶλον ἀποστη]-
[λάντων, (κτἑ)].
[δὲ κόσμοι οἱ τόκ’ ἀεὶ κοσμίοντες ἐπα]ναγκαζόν-
25 [των ἀποδιδόμεν τὸς ἔχοντας, ἀζ]ήμιοι ἰόντες
[καὶ ἀνυπόδικοι. ἀγγράψαι δὲ] τόδε τὸ δόγμα εἰς
[τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τ]οῦ Δεκαταφόρου τὸν
γραμματέα τᾶς πόλιος. ἐξ]ενοτροφήθεν δὲ καὶ οἱ
πρειγευταὶ καθὼς καθέσταται.
Search Help