[ ] Crete, Ctr. — Lato [Ion., Teos] — 201 BC — McC. Teos 14
1                                     Λατίων.
ἔδοξε Λατίων τοῖς κόσμοις καὶ τᾶι πόλει. ἐπειδὴ
Τήιοι συγγενεῖς καὶ φίλοι διὰ προγόνων ὑπάρχον-
τες ψάφισμα καὶ πρειγευτὰνς ἀπέσταλκαν Ἀπολ-
5 λόδοτον καὶ Κωλώταν, οἱ δὲ ἐπελθόντες ἐπὶ τὸ κοι-
νὸν τὸ Λατίων τό τε ψάφισμα ἀπέδωκαν καὶ αὐτοὶ
διελέγεν ἀκολούθως τοῖς γεγραμμένοις, τὰν ἐκτε-
[νεστάταν σπουδὰν καὶ φιλοτιμίαν ποιούμενοι] περί τε
[τῶ γενέσθαι τὰν καθιέρωσιν τῶι Διονύσωι τᾶς] πό-
10 [λιος καὶ τᾶς χώρας τᾶς Τηίων καὶ τὰν ἀσυλίαν], ἔτι
[δὲ καὶ τἄλλα τὰ ὑπάρχοντα αὐτοῖς ἔνδοξα καὶ τί]μι[α διὰ]
[τὸν θεὸν, κτἑ].
                    {²desunt versus septem
18 [ὅτι πρότερον ἁ πόλις καὶ νῦν δ’ ἐμ πᾶσιν]
εὐχαριστεῖ, καὶ μεμναμένοι [τὰν πρ]οϋπάρχονσ[αν τᾶι]
20 πόλει συγγένειαν, τάν τε καθιέρωσιν τῶι Διονύσωι τάν [τε]
πόλιν καὶ τὰν χώραν ἦμεν ἱερὰν καὶ ἄσυλον, βωλόμε[νοι]
χαρίζεσθαι Περδίκκαι, δίδομεν, καὶ τὰ λοιπὰ τὰ ὑπάρχον-
τα ὑμῖν ἔνδοξα καὶ τίμια συνδιαφυλαξίομεν ἀπρο-
φασίστως, ἐφ’ ὅσον κ’ ἴωμεν δυνατοί. καὶ εἴ τινές κα τῶν
25 ὁρμιομένων Λατόθεν ἀδικήσωντί τινα Τήιον ἢ κοινᾶι
ἢ ἰδίαι παρὰ τὸ γραφὲν δόγμα περὶ τᾶς ἀσυλίας τᾶς τε
πόλεος καὶ τᾶς χώρας, ἐξέστω τῶι παραγενομένωι
Τηίων ἐπιλαβέσθαι καὶ σωμάτων καὶ χρημάτων, εἴ τίς
κα ἄγηι· οἱ δὲ κόσμοι οἱ τόκ’ ἀεὶ κοσμίοντες ἀναγκαζόν-
30 των ἀποδιδόμεν τὸς ἔχοντας, ἀζήμιοι ὄντες καὶ ἀν-
υπόδικοι. ἀγγράψαι δὲ καὶ τὸ δόγμα ἐς τὸ ἱερὸν τᾶς Ἐλευθυίας.
Search Help