[ ] Crete, Ctr. — Dreros — end 3rd/2nd c. BC
face A.1 θεός. τύχα.
ἀγαθᾶι τύχαι·
ἐπὶ τῶν Αἰθαλέ-
ων κοσμιόντων
5 τῶν σὺγ Κυ<δίλ?>αι
Κεφάλω {ι}, Πύρω, Ἱ<π>-
πίω {ι}, Βισίωνος,
γραμματέος
δὲ Φιλίππου,
10 τάδε ὤμοσαν
ἀγελάοι παν-
άζωστοι ἑκα-
τὸν ὀγδοή-
κοντα· ὀμνύω
15 τὰν Ἑστίαν τὰν
ἐμ πρυτανείωι
καὶ τὸν Δῆνα τὸν
Ἀγοραῖον καὶ τὸν Δῆ-
να τὸν Ταλλαῖον
20 καὶ τὸν Ἀπέλλων<α>
τὸν Δελφίνιον καὶ
τὰν Ἀθαναίαν τὰν
Πολιοῦχον καὶ τὸν
Ἀπέλλωνα τὸν Ποίτιον
25 καὶ τὰν Λατοῦν καὶ τὰν
Ἄρτεμιν καὶ τὸν Ἄρεα
καὶ τὰν Ἀφρο<δ>ίταν καὶ
τὸν Ἑρμᾶν καὶ τὸν Ἅλιον
καὶ τὰν Βριτόμαρ<πι>ν
30 καὶ τὸμ Φοίνικα καὶ τὰν
Ἀμφι[ώ]ναν καὶ τὰγ Γᾶν
καὶ τὸν Οὐρανὸν καὶ
ἥρωας καὶ ἡρωάσσας
καὶ κράνας καὶ ποτα-
35 μοὺς καὶ θεοὺς πάντας
καὶ πάσας· μὴ μὰν ἐγώ
ποκα τοῖς Λυττίοις
καλῶς φρονησεῖν
μήτε τέχναι μήτε μα-
40 χανᾶι, μήτε ἐν νυκτὶ
μήτε πεδ’ ἁμέραν, καὶ
σπευσίω ὅ,τι κα δύναμαι
κακὸν τᾶι πόλει τᾶι τῶν Λυττίων.
face B.44 δικᾶν δὲ καὶ πρ[αξί]-
45 ων μηθὲν ἔνορκον
ἤ<μ>ην. καὶ τέλομαι
φιλοδρήριος καὶ
φιλοκνώσιος.
καὶ μήτε τὰμ πό-
50 λιν προδωσεῖν
τὰν τῶν Δρηρίων,
μήτε οὐρεῖα τὰ
τῶν Δρηρίων
μηδὲ τὰ τῶγ Κν[ω]-
55 σίων, μηδὲ ἄν-
δρας τοῖς πο-
λεμίοις προδω-
σεῖν μήτε Δρη-
ρίους μήτε Κνω-
60 σίους· μηδὲ στά-
σιος ἀρξεῖν, καὶ
τῶι στασίζοντι
ἀντίος τέλομαι,
μηδὲ συνω<μ>οσί-
65 ας συναξεῖν
μήτε ἐμ πόλει
μήτε ἐξοῖ τᾶς
πόλεως, μήτε
ἄλλωι συντέλε-
70 σθαι· εἰ δέ τινάς
κα πύθωμαι συ-
νομνύοντας,
ἐξαγγελίω τοῦ
κόσμου τοῖς πλί-
75 ασιν· εἰ δὲ τάδε
μὴ κατέχοιμι,
τούς <τ>έ μοι θεοὺς
τοὺς ὤμοσα ἐμ-
μάνιας ἤμη{ι}ν {²⁶ἤμην}²⁶
80 πάντας τε καὶ πά-
σας καὶ κακίστω<ι>
ὀλέθρωι ἐξόλλυ-
σθαι αὐτός τε
καὶ χρήια τἀμὰ,
85 καὶ μήτε μοι γᾶν
καρπὸν φέρειν
face C.87 [μήτε μοι γ]υναῖκας
[τίκτει]ν κατὰ φύ-
[σιν μήτ]ε πάματα·
90 [εὐορκί]οντι δέ μοι
[τοὺς] θεοὺς τοὺς
[ὤμοσα] ἱλέους ἦμεν
[καὶ πολ]λὰ κἀγαθὰ
δι[δό]μ[ε]ν. vac. ὀμνύω δὲ
95 τὸς αὐτὸς θεούς·
ἦ μὰν ἐγὼ τὸγ κό-
σμον, αἴ κα μὴ ἐξορ-
κίξοντι τὰν ἀγέ-
λαν τοὺς τόκα ἐ-
100 γδυομένους τὸν
αὐτὸν ὅρκον τόν-
περ ἁμὲς ὀμωμό-
καμες, ἐμβαλεῖν
ἐς τὰν βωλὰν, ἇι
105 κα ἀποστᾶντι
τοῦ μηνὸς τοῦ Κο-
μνοκαρίου ἢ τοῦ
Ἁλιαίου· ἁ δὲ β[ω]λὰ
πραξάντων ἕκα-
110 στον τὸν κοσμί-
οντα στατῆρας
πεντακοσίους
ἀφ’ ἇς κα ἐμβάληι
ἁμέρας ἐν τριμήνωι·
115 αἰ δὲ λισσὸς εἴη {ι},
ἀγγραψάντων
ἐς Δελφίνιον
ὅσσα κα μὴ πρά-
ξωντι χρήματα,
120 τοὔνομα ἐπὶ πατρὸς
καὶ τὸ πλῆθος τοῦ ἀρ-
γυρίου ἐξονομαίνον-
τες· ὅ,τι δέ κα πράξον-
τι, ταῖς ἑταιρείαισιν
125 δασσάσθωσαν ταῖς
ἐμ πόλει καὶ αἴ πεί
τινεν οὐρεύων<τ>ι Δρήριοι.
face D.128 αἰ δὲ μὴ πρά[ξαι]-
εν ἁ βωλά, αὐ[τοὶ]
130 τὰ διπλόα ἀ[ποτει]-
σάντων, πρα[ξάν]-
των δὲ οἱ ἐρευταὶ
οἱ τῶν ἀνθρωπίνων
καὶ δασσάσθωσαν
135 ταῖς ἑταιρείαισιν
κατὰ ταὐτά. vac.
τάδε ὑπομνάμα-
τα τᾶς Δρηρίας χώρας
τᾶς ἀρχαίας τοῖς
140 ἐπιγινομένοις ἀζώ-
στοις, τόν τε ὅρ-
κον ὀμνύμεν
καὶ κατέχειν.
καὶ οἱ Μιλάτιοι
145 ἐπεβώλευσαν
ἐν τᾶι νέαι νε-
μονήιαι τᾶι πό-
λει τᾶι τῶν Δρη-
ρίων ἕνεκα τᾶς
150 χώρας τᾶς ἁ-
μᾶς, τᾶς ἀμφι-
μαχόμεθα.
νικατὴρ
τᾶς ἀγέλας
155 [— — — — —]
καὶ ἐλαίαν ἕ-
καστον φυτεύ-
ειν καὶ τεθραμ-
μέναν ἀποδεῖ-
160 ξαι· ὃς δέ κα μὴ
[φ]υτευσεῖ, ἀπ-
[ο]τεισεῖ στα-
τῆρας πεν-
τήκοντα.
165 vacat
Search Help