[ ]
Crete, Ctr. — Knosos [Ion., Teos] — ca. 170 BC — McC. Teos 21.5
| 1 | Κνωσίων. |
| ἔδοξε Κνωσίων τοῖς κόσμοις καὶ τᾶι πόλει· ἐπει- | |
| δὴ Ἡρόδοτος Μηνοδότω καὶ Μενεκλῆς Διονυσίω | |
| ἀποσταλθέντες πρεγγευταὶ πὰρ Τηίων πορτὶ | |
| 5 | τὰς ἐν Κρήται πόλιας καὶ διατρίψαντεν τὸν πλεῖσ- |
| τον χρόνον ἐν τᾶι ἁμᾶι πόλει, οὐ μόνον τὰν ἀπὸ τᾶς | |
| ἀναστροφᾶς εὐταξίαν ἀπεδείξαντο, ἀλλὰ καὶ ἐπε- | |
| δείξατο Μενεκλῆς μετὰ κιθάρας πλεονάκις τά τε | |
| Τιμοθέω καὶ Πολυίδω καὶ τῶν ἁμῶν ἀρχαίων ποιη- | |
| 10 | τᾶν καλῶς καὶ ὡς προσῆκεν ἀνδρὶ πεπαιδευμέ- |
| νωι· ὁπᾶι ὦν ἰσᾶντι Τήιοι ὅτι ἁ πόλις ἀποδέδεκται | |
| τὸς τοιούτος τῶν ἀνδρῶν, δεδόχθαι ἐπαινέσαι | |
| τάν τε τῶν Τηίων πόλιν ἐπὶ τῶι τοιούτος ἄνδρας | |
| πέμψαι, ὁμοίως δὲ καὶ τὸς πρεγγευτάς, Ἡρόδοτον | |
| 15 | καὶ Μενεκλῆν, ὅτι καλῶς καὶ εὐτάκτως ἐνδεδα- |
| μήκαντι. τὸς δὲ κόσμος δόμεν ἀντίγραφον τῶδε | |
| τῶ ψαφίσματος, σφραγίξαντας τᾶι δαμοσίαι σφρα- | |
| γῖδι, ἀποκομίσαι Ἡροδότωι καὶ Μενεκλεῖ πρὸς Τηίος | |
| ἵν’ ἐπιγνῶντι καὶ αἰεί ποκα πρόνοιαν ποΐωνται τῶν | |
| 20 | τοιούτων ἀνδρῶν. |